AccueilLa chrétienté à découvrir
Menu

Auteurs anciens · Origène d’Alexandrie · Retour aux sources

Le grec conservé

Φιλοκαλία · Traité des principes · Livre IV

Un témoin grec majeur du traité : les 27 passages transmis dans le premier chapitre de la Philocalie, avec correspondances au latin de Rufin et traduction française des huit passages supplémentaires absents du lecteur latin.

27Passages grecs conservés
19Correspondances structurales avec le latin
8Compléments grecs traduits en français

Comment lire cette édition ? Les passages 1–19 sont présentés dans le grec conservé ; leur traduction française accessible par lien suit pour l’instant le latin de Rufin et ne prétend pas rendre exactement chaque variante grecque. Les passages 20–27, conservés dans la Philocalie sans parallèle continu dans le texte latin de consultation, reçoivent ici une traduction française directement à partir du grec. Une correspondance entre sections n’est pas une collation critique mot à mot.

Livre IV, chapitre I

L’inspiration des Écritures, Philocalie I, §§ 1–7.

Origène IV.1.1 · Philocalie I, § 1

L’inspiration de l’Écriture — passage 1

Correspondance structurelle avec IV, 1, § 1 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 1
1. Ἐπεὶ περὶ τηλικούτων ἐξετάζοντες πραγμάτων, οὐκ ἀρκούμενοι ταῖς κοιναῖς ἐννοίαις καὶ τῇ ἐναργείᾳ τῶν βλεπομένων, προσπαραλαμβάνομεν εἰς τήν φαινομένην ἡμῖν ἀπόδειξιν τῶν λεγομένων μαρτύρια τὰ ἐκ τῶν πεπιστευμένων ἡμῖν εἶναι θείων γραφῶν, τῆς τε λεγομένης παλαιᾶς διαθήκης καὶ τῆς καλουμένης καινῆς, λόγῳ τε πειρώμεθα κρατύνειν ἡμῶν τὴν πίστιν, καὶ οὐδέπω περὶ τῶν γραφῶν ὡς θείων διηλέχθημεν· φέρε καὶ περὶ τούτων ὀλίγα ὡς ἐν ἐπιτομῇ διαλάβωμεν, τὰ κινοῦντα ἡμᾶς ὡς περὶ θείων γραμμάτων εἰς τοῦτο παρατιθέμενοι. καὶ πρῶτόν γε τοῦ ἀπʼ αὐτῶν τῶν γραμμάτων καὶ τῶν ἐν αὐτοῖς δηλουμένων ῥητοῖς χρήσασθαι, περὶ Μωσέως καὶ Ἰησοῦ Χριστοῦ, τοῦ νομοθέτου τῶν Ἑβραίων καὶ τοῦ εἰσηγητοῦ τῶν κατὰ χριστιανισμὸν σωτηρίων δογμάτων, ταῦτα διαληπτέον. πλείστων γάρ ὅσων νομοθετῶν γεγανημένων ἐν Ἕλλησι καὶ βαρβάροις, καὶ διδασκάλων δόγματα καταγγελλόντων ἐπαγγελλόμενα τὴν ἀλήθειαν, οὐδένα ἱστορήσαμεν νομοθέτην ζῆλον ἐμποιῆσαι δεδυνημένον τοῖς λοιποῖς ἔθνεσι περὶ τοῦ παραδέξασθαι τοὺς λόγους αὐτοῦ· πολλήν τε παρασκευήν τήν μετὰ τῆς δοκούσης ἀποδείξεως λογικῆς εἰσενεγκαμένων τῶν περὶ ἀληθείας φιλοσοφεῖν ἐπαγγελλομένων, οὐδεὶς δεδύνηται τήν νομισθεῖσαν αὐτῷ ἀλήθειαν ἔθνεσι διαφόροις ἐμποιῆσαι, ἢ ἑνός ἔθνους ἀξιολόγοις πλήθεσι. καίτοιγε ἐβούλοντο ἂν καὶ οἱ νομοθέται κρατῦναι τοὺς φανέντας νόμους εἶναι καλοὺς εἰ δυνατὸν παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, οἵ τε διδάσκαλοι ἐπινεμηθῆναι ἣν ἐφαντάσθησαν εἶναι ἀλήθειαν πανταχοῦ τῆς οἰκουμένης. ἀλλʼ ὡς οὐ δυνάμενοι προσκαλέσασθαι τοὺς ἀπὸ τῶν ἑτέρων διαλέκτων καὶ τῶν πολλῶν ἐθνῶν ἐπὶ τήν τήρησιν τῶν νόμων καὶ τήν παραδοχήν τῶν μαθημάτων, τοῦτο ποιῆσαι οὐδὲ ἐπεβάλοντο τήν ἀρχὴν, οὐκ ἀφρόνως γε σκοπήσαντες περὶ τοῦ ἀδυνατου αὐτοῖς τὸ τοιοῦτον τυγχάνειν. πᾶσα δὲ Ἑλλὰς καὶ βάρβαρος ἡ κατὰ τὴν οἰκουμένην ἡμῶν ζηλωτάς ἔχει μυρίους, καταλιπόντας τοὺς πατρῴους νόμους καὶ νομιζομένους θεοὺς, τῆς τηρήσεως τῶν Μωσέως νόμων καὶ τῆς μαθητείας τὥν Ἰησοῦ Χριστοῦ λόγων· καίτοιγε μισουμένων μὲν ὑπὸ τῶν τά ἀγάλματα προσκυνούντων τῶν τῷ Μωσέως νόμῳ προστιθεμένων, καὶ τὴν ἐπὶ θανάτῳ δὲ πρὸς τῷ μισεῖσθαι κινδυνευόντων τῶν τὸν Ἰησοῦ Χριστοῦ λόγον παραδεξαμένων.
Origène IV.1.2 · Philocalie I, § 2

L’inspiration de l’Écriture — passage 2

Correspondance structurelle avec IV, 1, § 2 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 2
2. Καὶ ἐὰν ἐπιστήσωμεν πῶς ἐν σφόδρα ὀλίγοις ἔτεσι, τῶν ὁμολογούντων τὸν χριστιανισμὸν ἐπιβουλευομένων, καί τινων διά τοῦτο ἀναιρουμένων ἑτέρων δὲ ἀπολλύντων τὰς κτήσεις, δεδύνηται ὁ λόγος, καίτοιγε οὐδὲ τῶν διδασκάλων πλεοναζόντων, πανταχόσε κηρυχθῆναι τῆς οἰκουμένης, ὤστε Ἕλληνας καὶ βαρβάρους, σοφούς τε καὶ ἀνοήτους προσθέσθαι τῇ διὰ Ἰησοῦ θεοσεβείᾳ· μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ πρᾶγμα εἶναι λέγειν οὐ διστάξομεν· μετὰ πάσης ἐξουσίας καὶ πειθοῦς τῆς περὶ τοῦ κρατυνθήσεσθαι τὸν λόγον τοῦ Ἰησοῦ διδάξαντος· ὤστε εὐλόγως ἄν χρησμοὺς νομίσαι τάς φωνάς αὐτοῦ, οἶον ὅτι Ἐπὶ βασιλέων καὶ ἡγεμόνων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι· καί· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε, κύριε, οὐ τῷ ὀνόματί σου ἔφα.' γομεν, καὶ τῷ ὀνόματί σου ἐπίομεν, καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπʼ ἐμοῦ οἱ ἐργαζόμενοι τήν ἀνομίαν, οὐδέποτε ἔγνων ὑμᾶς. εἰρηκέναι μὲν γάρ ταῦτα ἀποφθεγγόμενον μάτην, ὥστε αὐτά μή ἀληθῆ γενέσθαι, τάχα εἰκὸς ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ μετὰ τοσαύτης ἐξουσίας εἰρημένα, ἐμφαίνει θεὸν ἀληθῶς ἐνανθρωπήσαντα σωτηρίας δόγματα τοῖς ἀνθρώποις παραδεδωκέναι.
Origène IV.1.3 · Philocalie I, § 3

L’inspiration de l’Écriture — passage 3

Correspondance structurelle avec IV, 1, § 3 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 3
3. Τί δὲ δεῖ λέγειν καὶ ὅτι προεφητεύθη ὁ χριστὸς, τότε ἐκλείψειν τοὺς ἐξ Ἰούδα ἄρχοντας εἰρημένους καὶ ἡγουμένους ἐκ τῶν μηρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται, δηλονότι βασιλεία, καὶ ἐπιδημήσῃ ἡ τῶν ἐθνῶν προσδοκία; σαφῶς γάρ ἐκ τῆς ἱστορίας δῆλον, καὶ ἐκ τῶν σήμερον ὁρωμένων, ὅτι ἀπὸ τῶν χρόνων Ἰησοῦ οὐκ ἔτι βασιλεῖς Ἰουδαίων ἐχρημάτισαν, πάντων τῶν Ἰουδαἴκῶν πραγμάτων ἐν οἴς ἐσεμνύνοντο, λέγω δὲ τῶν τε κατὰ τὸν ναὸν καὶ τό θυσιαστήριον καὶ τὴν ἐπιτελουμένην λατρείαν καὶ τὰ ἐνδύματα τοῦ ἀρχιερέως, καταλελυμένων. ἐπληρώθη γὰρ ἡ λέγουσα προφητεία· Ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων. καὶ τούτοις χρώμεθα τοῖς ῥητοῖς πρὸς τοὺς, ἐν τῷ θλίβεσθαι ἀπὸ τῶν ἐν τῇ Γενέσει ὑπὸ τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν εἰρημένων, φάσκοντας τὸν ἐθνάρχην ἀπὸ τοῦ Ἰούδα γένους τυγχάνοντα ἄρχειν τοῦ λαοῦ, οὐκ ἐκλειφὀντων τῶν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, ἕως ἧς φαντάζονται Χριστοῦ ἐπιδημίας. εἰ γὰρ ἡμέρας πολλὰς καθήσονται οἱ υἳοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων· ἐξ οὗ δὲ κατεσκάφη ὁ ναὸς, οὐκ ἔστι θυσία, οὐδὲ θυσιαστήριον οὐδὲ ἱερατεία· δῆλον ὅτι ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. ἐπεὶ δὲ ἠ προφητεία φησίν· Οὐκ ἐκλείφει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἄν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· δῆλον ὅτι ἐλήλυθεν ᾧ τὰ ἀποκείμενα, ἡ προσδοκία τῶν ἐθνῶν. καὶ τοῦτο σαφὲς ἐκ τοῦ πλήθους τῶν ἐθνῶν τῶν διὰ Χριστοῦ πεπιστευκότων εἰς τὸν θεόν.
Origène IV.1.4 · Philocalie I, § 4

L’inspiration de l’Écriture — passage 4

Correspondance structurelle avec IV, 1, § 4 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 4
4. Καὶ ἐν τῇ τοῦ Δευτερονομίου δὲ ᾠδῇ προφητικῶς δηλοῦται ἡ διὰ τὰ ἁμαρτήματα τοῦ προτέρου λαοῦ ἐσομένη τῶν ἀσυνέτων ἐθνῶν ἐκλογή, οὐ δι᾿ ἄλλου τινὸς ἢ τοῦ Ἰησοῦ γεγενημένη. Αὐτοὶ γάρ φησι παρεζήλωσάν με ἐπʼ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει, καὶ ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατὸν, τίνα τρόπον οἱ λεγόμενοι παρεζηλωκέναι τὸν θεὸν Ἑβραῖοι ἐπὶ τῷ οὐ θεῷ, καὶ παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν, παρωργίσθησαν εἰς ζηλοτυπίαν ἐπὶ τῷ οὐκ ἔθνει, τῷ ἀσυνέτῳ ἔθνει, ὅπερ ὁ θεὸς ἐξελέξατο διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ. βλέπομεν οὗν τήν κλῆσιν μῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεὸς, καὶ τὰ μὴ ὄντα, ἴνα ἐκεῖνα τὰ πρότερον ὄντα καταργήσῃ· καὶ μὴ καυχήσηται ὁ κατὰ σάρκα Ἰσραὴλ, καλούμενος ὑπὸ τοῦ ἀποστόλου σὰρξ, ἐνώπιον τοῦ θεοῦ.
Origène IV.1.5 · Philocalie I, § 5

L’inspiration de l’Écriture — passage 5

Correspondance structurelle avec IV, 1, § 5 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 5
5. Τί δὲ δεῖ λέγειν περὶ τῶν ἐν ψαλμοῖς προφητειῶν περἰ Χριστοῦ, ᾠδῆς τινος ἐπιγεγραμμένης Ὑπὲρ τοῦ ἀγαπητοῦ, οὗ ἡ γλῶσσα λέγεται εἶναι κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐπεὶ ἐκεχύθη χάρις ἐν χειλεσιν αὐτοῦ; τεκμήριον γὰρ τῆς ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ τὸ ὀλίγου διαγεγενημςνου τοῦ χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνιαυτὸν γάρ που καὶ μῆνας ὀλίγους ἐδίδαξεν) πεπληρῶσθαι τὴν οἰκουμένην τῆς διδασκαλίας αὐτοῦ καὶ τῆς διʼ αὐτοῦ θεοσεβείας. ἀνατέταλκε γὰρ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρῆνης παραμένον ἕως συντελείας, ὃ ἀνταναίρεσις ὠνόμασται σελήνης· καὶ μένει κατακυριεύων ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. καὶ δέδοται σημεῖον τῷ οἴκῳ Δαυείδ· ἡ παρθένος γὰρ ἔτεκε καὶ ἐν γαστρὶ ἔσχε καὶ ἔτεκεν υἱὸν, καὶ τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅπερ ἐστὶ Μεθ᾿ ἡμῶν ὁ θεός. πεπλήρωται, ὡς ὁ αὐτὸς προφήτης φησί· Μεθ’ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἣττᾶσθε, ἰσχυκότες ἡττᾶσθε· ἡττήμεθα γὰρ καὶ νενικήμεθα οἱ ἀπὸ τῶν ἐθνῶν ἑαλωκότες ὑπὸ τῆς χάριτος τοῦ λόγου αὐτοῦ. ἀλλὰ καὶ προείρηται τόπος γενέσεως αὐτοῦ ἐν τῷ Μιχαίᾳ· Καὶ σὺ γάρ φησι Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. καὶ αἱ ἑβδομήκοντα ἑβδομάδες ἐπληρώθησαν ἕως Χριστοῦ ἡγουμένου κατὰ τὸν Δανιήλ. ἥλθέ τε κατὰ τὸν Ἰὼβ ὁ τὸ μέγα κῆτος Χειρωσάμενος, καὶ δεδωκὼς ἐξουσίαν τοῖς γνησίοις αὐτοῦ μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐδὲν ὑπʼ αὐτῶν ἀδικουμένοις. ἐπιστησάτω δέ τις καὶ τῇ τῶν ἀποστόλων πανταχόσε ἐπιδημίᾳ τῶν ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τὸ καταγγεῖλαι τὸ εὐαγγέλιον πεμφθέντων, καὶ ὄψεται καὶ τὸ τόλμημα οὐ κατὰ ἄνθρωπον καὶ τὸ ἐπίταγμα θεῖον. καὶ ἐάν ἐξετάσωμεν πῶς ἄνθρωποι καινῶν μαθημάτων ἀκούοντες καὶ ξένων λόγων προσήκαντο τοὺς ἄνδρας, νικηθέντες ἐν τῷ θέλειν αὐτοῖς ἐπιβουλεύειν ὑπό τινος θείας δυνάμεως ἐπισκοπούσης αὐτούς· οὐκ ἀπιστήσομεν, εἰ καὶ τεράστια πεποιήκασιν, ἐπιμαρτυροῦντος τοῦ θεοῦ τοῖς λόγοις αὐτῶν καὶ διὰ σημείων καὶ τεράτων καὶ ποικίλων δυνάμεων.
Origène IV.1.6 · Philocalie I, § 6

L’inspiration de l’Écriture — passage 6

Correspondance structurelle avec IV, 1, § 6 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 6
6. Ἀποδεικνύντες δὲ ὡς ἐν ἐπιτομῇ περὶ τῆς θεότητος Ἰησοῦ, καὶ χρώμενοι τοῖς περὶ αὐτοῦ λόγοις προφητικοῖς, συναποδείκνυμεν θεοπνεύστους εἶναι τὰς προφητευούσας περὶ αὐτοῦ γραφάς· καὶ τὰ καταγγέλλοντα τὴν ἐπιδημίαν αὐτοῦ γράμματα καὶ διδασκαλίαν μετὰ πάσης δυνάμεως καὶ ἐξουσίας εἰρημένα, καὶ διὰ τοῦτο τῆς ἀπὸ τῶν ἐθνῶν ἐκλογῆς κεκρατηκότα. λεκτέον δὲ ὅτι τὸ τῶν προφητικῶν λόγων ἔνθεον, καὶ τὸ πνευματικόν τοῦ Μωσέως νόμου, ἔλαμψεν ἐπιδημήσαντος Ἰησοῦ. ἐναργῆ γὰρ παραδείγματα περὶ τοῦ θεοπνεύστους εἶναι τὰς παλαιὰς γραφὰς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ παραστῆσαι οὐ πάνυ δυνατὸι ἦν· ἀλλʼ ἡ Ἰησοῦ ἐπιδημία δυναμένους ὑποπτεύεσθαι τὸν νόμον καὶ τοὺς προφήτας ὡς οὐ θεῖα εἰς τοὐμφανὲς ἤγαγεν ὡς οὐρανίῳ χάριτι ἀναγεγραμμένα. δὲ μετʼ ἐπιμελείας καὶ προσοχῆς ἐντυγχάνων τοῖς προφητικοῖς λόγοις, παθὼν ἐξ αὐτοῦ τοῦ ἀναγινώσκειν ἴχνος ἐνθουσιασμοῦ, διʼ ὦν πάσχει πεισθήσεται οὐκ ἀνθρώπων εἶναι συγγράμματα τοὺς πεπιστευμένους ἡμῖν εἶναι θεοῦ λόγους. καὶ τὸ ἐνυπάρχον δὲ φῶς τῷ Μωσέως νόμῳ, καλύμματι ἐναποκεκρυμμένον, συνέλαμψε τῇ Ἰησοῦ ἐπιδημίᾳ, περιαιρεθέντος τοῦ καλύμματος, καὶ τῶν ἀγαθῶν κατὰ βραχυ εἰς γνῶσιν ἐρχομένων, ὦν σκιὰν εἶχε τὸ γράμμα.
Origène IV.1.7 · Philocalie I, § 7

L’inspiration de l’Écriture — passage 7

Correspondance structurelle avec IV, 1, § 7 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 7
7. Πολὺ δʼ ἂν εἴη νῦν ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν μελλόντων ἀρχαιοτάτας προφητείας, ἴνα δι᾿ αὐτῶν ὁ ἀμφιβάλλων πληχθεὶς ὡς ἐνθέων, διψυχίαν πᾶσαν καὶ περισπασμὸν ἀποθέμενος, ὅλῃ ἕαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ. εἰ δὲ μὴ καθʼ ἕκαστον τῶν γραμμάτων τοῖς ἀνεπιστήμοσι προσπίπτειν δοκεῖ τὸ ὑπὲρ ἄνθρωπον τῶν νοημάτων, θαυμαστὸν οὐδέν· καὶ γὰρ ἐπὶ τῶν τῆς ἁπτομένης τοῦ παντὸς κόσμου προνοίας ἔργων, τινὰ μὲν ἐναργέστατα φαίνεται, ᾖ προνοίας ἐστὶν ἔργα, ἕτερα δὲ οὕτως ἀποκέκρυπται, ὡς ἀπιστίας χώραν παρέχειν δοκεῖν τῆς περὶ τοῦ τέχνῃ ἀφάτῳ καὶ δυνάμει διοικοῦντος τὰ ὅλα θεοῦ. οὐχ οὕτω γὰρ σαφὴς ὁ περὶ τοῦ προνοοῦντος τεχνικὸς λόγος ἐν τοῖς ἐπὶ γῆς, ὡς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτῳ δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώπινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζώων, σφόδρα τοῦ πρὸς τί καὶ ἕνεκα τίνος εὑρισκομένου τοῖς τούτων ἐπιμελομένοις, περὶ τὰς ὁρμὰς καὶ τὰς φαντασίας καὶ φύσεις τῶν ζώων, καὶ τὰς κατασκευὰς τῶν σωμάτων. ἀλλʼ ὥσπερ οὐ χρεοκοπεῖται ἡ πρόνοια διὰ τὰ μή γινωσκόμενα παρὰ τοῖς γε ἅπαξ παραδεξαμένοις αὐτὴν καλῶς· οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτὴν, διὰ τὸ μὴ καθʼ ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθἐνειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ. ἔχομεν γὰρ θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα λάμφῃ ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ, καὶ μὴ νομισθῇ εἶναι ἐξ ἡμῶν τῶν ἀνθρώπων. εἰ γὰρ αἱ κατημαξευμέναι τῶν ἀποδείξεων ὀδοὶ παρὰ τοῖς ἀνθρώποις ἐναποκείμεναι τοῖς βιβλίοις κατίσχυσαν τῶν ἀνθρώπων, ἡ πίστις ἡμῶν ἄν εὐλόγως ὑπελαμβάνετο ἐν σοφίᾳ ἀνθρώπων, καὶ οὐκ ἐν δυνάμει θεοῦ· νῦν δὲ τῷ ἐπάραντι τοὺς ὀφθαλμοὺς σαφὲς, ὅτι ὁ λόγος καὶ τὸ κήρυγμα παρὰ τοῖς πολλοῖς δεδύνηται οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. διόπερ δυνάμεως ἡμᾶς οὐρανίου, ἢ καὶ ὑπερουρανίου, πληττούσης ἐπὶ τὸ σέβειν τὸν κτίσαντα ἡμᾶς μόνον, πειραθῶμεν ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ χριστοῦ λόγον, τουτέστι τῆς στοιχειώσεως, ἐπὶ τὴν τελειότητα φέρεσθαι, ἵνα ἡ τοῖς τελείοις λαλουμένη σοφία καὶ ἡμῖν λαληθῇ. σοφίαν γὰρ ἐπαγγέλλεται ὁ ταύτην κεκτημένος λαλεῖν ἐν τοῖς τελείοις, ἑτέραν τυγχάνουσαν παρὰ τὴν σοφίαν τοῦ αἰῶνος τούτου καὶ τὴν σοφίαν τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τὴν καταργουμένην· αὕτη δὲ ἡ σοφία ἡμῖν ἐντυπωθήσεται τρανῶς, κατὰ ἀποκάλυφιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾦ ἡ δόξα εἰς τοὺς σύμπαντας αἰῶνας. ἀμήν.

Livre IV, chapitre II

La méthode de lecture et les trois sens, Philocalie I, §§ 8–16.

Origène IV.2.1 · Philocalie I, § 8

Les trois sens de la lecture — passage 8

Correspondance structurelle avec IV, 2, § 1 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 8
8. Μετὰ τὸ ὡς ἐν ἐπιδρομῇ εἰρηκέναι περὶ τοῦ θεοπνεύστους εἶναι τὰς θείας γραφὰς, ἀναγκαῖον ἐπεξελθεῖν τῷ τρόπῳ τῆς ἀναγνώσεως καὶ νοήσεως αὐτῶν, πλείστων ἁμαρτημάτων γεγενημένων παρά τὸ τὴν ὀδὸν τοῦ πῶς δεῖ ἐφοδεύειν τὰ ἅγια ἀναγνώσματα τοῖς πολλοῖς μὴ εὐρῆσθαι. οἵ τε γἀρ σκληροκάρδιοι καὶ ἰδιῶται τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα ἡμῶν οὐ πεπιστεύκασι, τῇ λέξει τῶν περὶ αὐτοῦ προφητειῶν κατακολουθεῖν νομίζοντες, καὶ αἰσθητῶς μὴ ὁρῶντες αὐτὸν κηρύξαντα αἰχμαλώτοις ἄφεσιν, μηδὲ οἰκοδομήσαντα ἥν νομίζουσιν ἀληθῶς πόλιν εἶναι τοῦ θεοῦ, μηδὲ ἐξολοθρεύσαντα ἄρματα ἐξ Ἐφραὶμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, μηδὲ βούτυρον καὶ μέλι φαγόντα, καὶ πρὶν γνῶναι αὐτὸν ἤ προελέσθαι πονηρὰ ἐκλέξασθαι τὸ ἀγαθόν. ἔτι δὲ λύκον τὸ ζῶον τό τετράποδον οἰόμενοι προφητεύεσθαι μέλλειν βόσκεσθαι μετὰ ἀρνὸς, καὶ πάρδαλιν ἐρίφῳ συναναπαύεσθαι, μοσχάριόν τε καὶ ταῦρον καὶ λέοντα ἅμα βοσκηθήσεσθαι ὑπὰ μικροῦ παιδίου ἀγόμενα, καὶ βοῦν καὶ ἄρκον ἅμα νεμηθήσεσθαι, συνεκτρεφομένων αὐτῶν ἀλλήλοις τῶν παιδίων, καὶ λέοντα ὡς βοῦν φάγεσθαι ἄχυρα· μηδὲν τούτων αἰσθητῶς ἑωρακότες γεγενημένον ἐν τῇ τοῦ πεπιστευμένου ἡμῖν χριστοῦ ἐπιδημίᾳ, οὐ προσήκαντο τόν κύριον ἡμῶν Ἰησοῦν, ἀλλʼ ὡς παρὰ τὸ δέον χριστὸν ἑαυτὸν ἀναγορεύσαντα ἐσταύρωσαν. οἵ τε ἀπὸ τῶν αἱρέσεων ἀναγινώσκοντες τό· Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου· καί· Ἐγὼ θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν· καί· Μεταμεμέλημαι χρίσας τόν Σαοὺλ εἰς βασιλέα· καί· Ἐγὼ θεὸς ποιῶν εἰρήνην καὶ κτίζων κακά· καὶ ἐν ἅλλοις τό· Οὐκ ἔστι κακία ἐν πόλει, ἥν κύριος οὐκ ἐποίησεν· ἔτι δὲ καὶ τό· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ· καί· Πνεῦμα πονηρὸν παρὰ θεοῦ ἔπνιγε τὸν Σαοὓλ· καὶ μυρία ὅσα τούτοις παραπλήσια· ἀπιστῆσαι μὲν ὡς θεοῦ ταῖς γραφαῖς οὐ τετολμήκασι, πιστεύοντες δὲ αὐτὰς εἶναι τοῦ δημιουργοῦ, Ἰουδαῖοι λατρεύουσιν, ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ ἀγαθοῦ τυγχάνοντος τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον καταγγέλλοντα θεόν, ὅν φασι μή τὸν δημιουργόν τυγχάνειν, διαφόρως περὶ τούτου κινούμενοι· καὶ ἅπαξ ἀποστάντες τοῦ δημιουργοῦ, ὅς ἐστιν ἀγέννητος μόνος θεός, ἀναπλασμοῖς ἑαυτούς ἐπιδεδώκασι, μυθοποιοῦντες ἑαυτοῖς ὑποθέσεις, καθʼ ἅς οἴονται γεγονέναι τὰ βλεπόμενα, καὶ ἕτερά τινα μὴ βλεπόμενα, ἅπερ ἡ ψυχὴ αὐτῶν ἀνειδωλοποίησεν. ἀλλὰ μὴν καὶ οἱ ἀκεραιότεροι τῶν ἀπὸ τῆς ἐκκλησίας αὐχούντων τυγχάνειν τοῦ μὲν δημιουργοῦ μείζονα οὐδένα ὑπειλήφασιν, ὑγιῶς τοῦτο ποιοῦντες· τοιαῦτα δὲ ὑπολαμβάνουσι περὶ αὐτοῦ, ὁποῖα οὐδὲ περὶ τοῦ ὠμοτάτου καὶ ἀδικωτάτου ἀνθρώπου.
Origène IV.2.2 · Philocalie I, § 9

Les trois sens de la lecture — passage 9

Correspondance structurelle avec IV, 2, § 2 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 9
9. Αἰτία δὲ πᾶσι τοῖς προειρημένοις ψευδοδοξιῶν καὶ ἀσεβειῶν, ἢ ἰδιωτικῶν περὶ θεοῦ λόγων, οὐκ ἄλλη τις εἶναι δοκεῖ ἥ ἡ γραφὴ κατὰ τὰ πνευματικά μὴ νενοημένη, ἀλλʼ ὡς πρὸς τὸ ψιλὸν γράμμα ἐξειλημμένη. διόπερ τοῖς πειθομένοις μὴ ἀνθρώπων εἶναι συγγράμματα τὰς ἱερὰς βίβλους, ἀλλʼ ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος βουλήματι τοῦ πατρὸς τῶν ὄλων διὰ Ἰησοῦ Χριστοῦ ταύτας ἀναγεγράφθαι καὶ εἰς ἡμᾶς ἐληλυθέναι, τὰς φαινομένας ὀδοὺς ὑποδεικτέον, ἐχομένοις τοῦ κανόνος τῆς Ἰησοῦ Χριστοῦ κατά διαδοχήν τῶν ἀποστόλων οὐρανίου ἐκκλησίας. καὶ ὅτι μὲν οἰκονομίαι τινές εἰσι μυστικαὶ, δηλούμεναι διὰ τῶν θείων γραφῶν, πάντες καὶ οἱ ἀκεραιότατοι τῶν τῷ λόγῳ προσιόντων πεπιστεύκασι· τίνες δὲ αὗται, οἱ εὐγνώμονες καὶ ἄτυφοι ὁμολογοῦσι μὴ εἰδέναι. εἰ γοῦν ἐπαπορήσαι τις περὶ τῆς τοῦ Λὼτ θυγατρομιξίας, καὶ τῶν δύο γυναικῶν τοῦ Ἀβραὰμ, δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ, καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φήσουσιν ἥ μυστήρια ταῦτα τυγχάνειν, ὑφʼ ἡμῶν μὴ νοούμενα. ἀλλὰ καὶ ἐπὰν ἡ κατασκευὴ τῆς σκηνῆς ἀναγινώσκηται πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα, ζητοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων· ὅσον μὲν ἐπὶ τῷ πείθεσθαι ὅτι τύπος τινός ἐστιν ἡ σκηνὴ, οὐ διαμαρτάνοντες· ὅσου δὲ ἐπὶ τῷ, τῷδέ τινι ἀξίως τῆς γραφῆς ἐφαρμόζειν τὸν λόγον οὗ ἐστι τύπος ἡ σκηνή, ἔσθʼ ὅτε ἀποπίπτοντες· καὶ πᾶσαν δὲ διήγησιν νομιζομένην περὶ γάμων ἀπαγγέλλειν ἢ παιδοποιιῶν ἥ πολέμων, ἢ ὧν δήποτε ἱστοριῶν ἄν παρὰ τοῖς πολλοῖς δεχθησομένων, ἀποφαίνονται εἶναι τύπους· ἐν δὲ τῷ τίνων, πῆ μὲν διὰ τὴν ἔξιν οὐ πάνυ συγκεκροτημένην, πῆ δὲ διὰ τὴν προπέτειαν, ἔσθʼ ὅτε κἂν συγκεκροτημένος τις τυγχάνῃ καὶ ἀπρόπτωτος, διὰ τὴν εἰς ὑπερβολὴν χαλεπωτάτην εὕρεσιν τῶν πραγμάτων τοῖς ἀνθρώποις, οὐ πάνυ σαφηνίζεται ὁ περὶ τούτων ἑκάστου λόγος.
Origène IV.2.3 · Philocalie I, § 10

Les trois sens de la lecture — passage 10

Correspondance structurelle avec IV, 2, § 3 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 10
10. Καὶ τί δεῖ λέγειν περὶ τῶν προφητειῶν, ἃς πάντες ἴσμεν αἰνιγμάτων καὶ σκοτεινῶν λόγων πεπληρῶσθαι; κἃυ ἐπὶ τὰ εὐαγγέλια δὲ φθάσωμεν, κἀκείνων ὁ ἀκριβὴς νοῦς, ἄτε νοῦς ὢν Χριστοῦ, δεῖται χάριτος τῆς δοθείσης τῷ εἰρηκότι· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· ἴνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἅ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος. καὶ τὰ ἀποκεκαλυμμένα δὲ τῷ Ἰωάννῃ τίς οὐκ ἄν ἀναγνοὺς καταπλαγείη τὴν ἐπίκρυψιν ἀπορρήτων μυστηρίων καἰ τῷ μὴ νοοῦντι τὰ γεγραμμένα ἐμφαινομένων; αἱ δὲ τῶν ἀποστόλων ἐπιστολαὶ τίνι τῶν βασανίζειν λόγους ἐπισταμένων δόξαιεν ἂν εἶναι σαφεῖς καὶ εὐχερῶς νοούμεναι, μυρίων ὅσων κἀκεῖ, ὡς διʼ ὀπῆς, μεγίστων καὶ πλείστων νοημάτων βραχεῖαν ἀφορμὴν παρεχόντων; διόπερ τούτων οὕτως ἐχόντων, καὶ μυρίων ὅσων σφαλλομένων, οὐκ ἀκίνδυνον ἐν τῷ ἀναγινώσκειν εὐχερῶς ἀποφαίνεσθαι νοεῖν τὰ δεόμενα τῆς κλειδὸς τῆς γνώσεως, ἥντινα ὁ σωτήρ φησιν εἶναι παρὰ τοῖς νομικοῖς · καὶ ἀπαγγελλέτωσαν οἱ μὴ βουλόμενοι παρὰ τοῖς πρὸ τῆς ἐπιδημίας τοῦ χριστοῦ τὴν ἀλήθειαν τυγχάνειν, πῶς ἡ τῆς γνώσεως κλεὶς ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγεται παρʼ ἐκείνοις τυγχάνειν, τοῖς, ὤς φασιν αὐτοὶ, μὴ ἔχουσι βίβλους περιεχούσας τὰ ἀπόρρητα τῆς γνώσεως καὶ παντελῆ μυστήρια. ἔχει γὰρ οὗτως ἡ λέξις· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἥρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
Origène IV.2.4 · Philocalie I, § 11

Les trois sens de la lecture — passage 11

Correspondance structurelle avec IV, 2, § 4 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 11
11. Ἡ τοίνυν φαινομένη ἡμῖν ὀδός τοῦ πῶς δεῖ ἐντυγχάνειν ταῖς γραφαῖς καὶ τὸν νοῦν αὑτῶν ἐκλαμβάνειν ἐστὶ τοιαύτη, ἀπʼ αὐτῶν τῶν λογίων ἐξιχνευομένη. παρὰ τῷ Σολομῶντι ἐν ταῖς Παροιμίαις εὑρίσκομεν τοιοῦτόν τι προστασσόμενον περὶ τῶν γεγραμμένων θείων δογμάτων· Καὶ σὺ δὲ ἀπόγραφαι αὐτὰ τρισσῶς ἐν βουλῇ καὶ γνώσει, τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. οὐκοῦν τριχῶς ἀπογράφεσθαι δεῖ εἰς τὴν ἑαυτοῦ ψυχὴν τὰ τῶν ἀγίων γραμμάτων νοήματα· ἵνα ὁ μὲν ἁπλούστερος οἰκοδομῆται ἀπὸ τῆς οἱονεὶ σαρκὸς τῆς γραφής, οὕτως ὀνομαζόντων ἡμῶν τὴν πρόχειρον ἐκδοχήν· ὁ δὲ ἐπὶ ποσὸν ἀναβεβηκώς, ἀπὸ τῆς ὡσπερεὶ ψυχῆς αὐτῆς· ὁ δὲ τέλειος καὶ ὅμοιος τοῖς παρὰ τῷ ἀποστόλῳ λεγομένοις· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἶῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἦν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἀπὸ τοῦ πνευματικοῦ νόμου, σκιὰν περιέχοντος τῶν μελλόντων ἀγαθῶν. ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος· τόν αὐτὸν τρόπον καὶ ἡ οἰκονομηθεῖσα ὑπὸ θεοῦ εἰς ἀνθρώπων σωτηρίαν δοθῆναι γραφή. διὰ τοῦτο ἡμεῖς καὶ τὸ ἐν τῷ ὑπό τινων καταφρονουμένῳ βιβλίῳ, τῷ Ποιμένι, περὶ τοῦ προστάσσεσθαι τὸν Ἑρμᾶν δύο γράψοι βιβλία, καὶ μετὰ ταῦτα αὐτὸυ ἀναγγέλλειν τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας ἅ μεμάθηκεν ὑπ τοῦ πνεύματος, οὕτω διηγούμεθα. ἔστι δὲ ἡ λέξις αὕτη· Γράψεις δύο βιβλία, καὶ δώσεις ἕν Κλήμεντι καὶ ἓν Γραπτῇ· καὶ Γραπτὴ μὲν νουθετήσει τὰς χήρας καὶ τοὺς ὀρφανούς· Κλήμης δὲ πέμψει εἰς τὰς ἔξω πόλεις· σὺ δὲ ἀναγγελεῖς τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας. Γραπτὴ μὲν γὰρ, ἡ νουθετοῦσα τὰς χήρας καὶ τοὺς ὀρφανοὺς, αὐτὸ ψιλόν ἐστι τὸ γράμμα, νουθετοῦν τοὺς παῖδας τὰς ψυχάς, καὶ μηδέπω πατέρα θεὸν ἐπιγράψασθαι δυναμένους, καὶ διὰ τοῦτο ὀρφανοὺς καλουμένους· νουθετοῦν δὲ καὶ τὰς μηκέτι μὲν τῷ παρανόμῳ νυμφίῳ χρω μένας, χηρευούσας δὲ τῷ μηδέπω ἀξίας αὐτὰς τοῦ νυμφίου γεγονέναι. Κλήμης δὲ, ὁ ἤδη τοῦ γράμματος ἐξιστάμενος, εἰς τὰς ἔξω πόλεις λέγεται πέμπειν τὰ λεγόμενα, ὡς εἰ λέγοιμεν τὰς ἔξω τῶν σωματικῶν καὶ τῶν κάτω νοημάτων τυγχανούσας ψυχάς. οὐκέτι δὲ διὰ γραμμάτων, ἀλλά διὰ λόγων ζώντων, αὐτὸς ὁ μαθητής τοῦ πνεύματος προστάσσεται ἀναγγέλλειν τοῖς τῆς πάσης ἐκκλησίας τοῦ θεοῦ πρεσβυτέροις πεπολιωμένοις ὑπὸ φρονήσεως.
Origène IV.2.5 · Philocalie I, § 12

Les trois sens de la lecture — passage 12

Correspondance structurelle avec IV, 2, § 5 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 12
12. Ἀλλʼ ἐπεί εἰσί τινες γραφαὶ τὸ σωματικὸν οὐδαμῶς ἔχουσαι, ὡς ἐν τοῖς ἑξῆς δείξομεν, ἔστιν ὅπου οἱονεὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα τῆς γραφῆς μόνα χρὴ ζητεῖν. καὶ τάχα διὰ τοῦτο αἱ ἐπὶ καθαρισμῷ τῶν Ἰουδαίων ὑδρίαι κεῖσθαι λεγόμεναι, ὡς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἀνέγνωμεν, χωροῦσιν ἀνὰ μετρητὰς δύο ἢ τρεῖς· αἰνισσομένου τοῦ λόγου περὶ τῶν παρὰ τῷ ἀποστόλῳ ἐν κρυπτῷ Ἰουδαίων, ὡς ἄρα οὗτοι καθαρίζονται διὰ τοῦ λόγου τῶν γραφῶν, ὅπου μὲν δύο μετρητὰς, τὸν ἴνʼ οὕτως εἴπω ψυχικὸν καὶ τὸν πνευματικὸν λόγον χωροῦντος· ὅπου δὲ τρεῖς, ἐπεί τινες ἔχουσι πρὸς τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον. ἕξ δὲ ὑδρίαι εὐλόγως εἰσὶ τοῖς ἐν κόσμῳ καθαριζομένοις, γεγενημένῳ ἐν ἓξ ἡμέραις ἀριθμῷ τελείῳ.
Origène IV.2.6 · Philocalie I, § 13

Les trois sens de la lecture — passage 13

Correspondance structurelle avec IV, 2, § 6 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 13
13. Ἀπὸ μὲν οὖν τῆς πρώτης ἐκδοχῆς καὶ κατὰ τοῦτο ὠφελούσης ὅτι ἔστιν ὄνασθαι, μαρτυρεῖ τὰ πλήθη τῶν γνησίως καὶ ἁπλούστερον πεπιστευκότων· τῆς δὲ ὡς ἄν εἰς ψυχὴν ἀναγομένης διηγήσεως παράδειγμα τὸ παρὰ τῷ Παύλῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους κείμενον. Γέγραπται γάρ φησιν· οὐ φιμώσεις βοῦν ἀλοῶντα. ἔπειτα διηγούμενος τοῦτον τὸν νόμον ἐπιφέρει· τῶν βοῶν μέλει τῷ θεῷ; ἢ ὄι᾿ ἡμᾶς πάντως λέγει; ὄι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπʼ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν ἐπʼ ἐλπίδι τοῦ μετέχειν. καὶ πλεῖσται δὲ περιφερόμεναι τοῖς πλήθεσιν ἁρμόζουσαι ἑρμηνεῖαι, καὶ οἰκοδομοῦσαι τοὺς ὑψηλοτέρων ἀκούειν μὴ δυναμένους, τὸν αὐτόν πως ἔχουσι χαρακτῆρα. πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων ἐπουρανίων ὑποδείγματι καὶ σκιᾷ οἱ κατὰ σάρκα Ἰουδαῖοι ἐλάτρευον, καὶ τίνων μελ. λόντων ἀγαθῶν ὁ νόμος ἔχει σκιάν. καὶ ἀπαξαπλῶς ἐπὶ πάντων, κατὰ τὴν ἀποστολικήν ἐπαγγελίαν, ζητητέον σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν τῶν δικαίων, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε. φησὶ δέ που ὁ αὐτὸς ἀπόστολος, χρησάμενός τισι ῥητοῖς ἀπὸ τῆς Ἑξόδου καὶ τῶν Ἀριθμῶν, ὅτι Ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ διʼ ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. καὶ ἀφορμὰς δίδωσι τοῦ τίνων ἐκεῖνα τύποι ἐτύγχανον, λέγων· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ χριστός. καὶ τὰ περὶ τῆς σκηνῆς δὲ ἐν ἑτέρᾳ ἐπιστολῇ ὑπογράφων ἐχρήσατο τῷ· Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. ἀλλὰ μὴν καὶ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ, οἱονεὶ ὀνειδίζων τοῖς ἀναγινώσκειν νομίζουσι τὸν νόμον καὶ μὴ συνιεῖσιν αὐτὸν, μὴ συνιέναι κρίνων ἐκείνους, ὅσοι μὴ ἀλληγορίας εἶναι ἐν τοῖς γεγραμμένοις νομίζουσι· Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας· ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, καὶ τὰ ἑξῆς. παρατηρητέον γὰρ ἕκαστον τῶν εἰρημένων ὑπʼ αὐτοῦ, ὅτι φησίν· Οἱ ὑπὰ νόμον θέλοντες εἶναι, οὐχί· Οἱ ὑπὸ τὸν νόμον ὄντες· καί· Τὸν νόμον οὐκ ἀκούετε; τοῦ ἀκούειν ἐν τῷ νοεῖν καὶ γινώσκειν κρινομένου. καὶ ἐν τῇ πρὸς Κολασσαεῖς δὲ ἐπιστολῇ, διὰ βραχέων τὸ βούλημα τῆς πάσης ἐπιτεμνόμενος νομοθεσίας, φησί· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων. ἔτι δὲ καὶ ἐν τῇ πρὸς Ἐβραίους, περὶ τῶν ἐκ περιτομῆς διαλεγόμενος, γράφει· Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. ἀλλʼ εἰκὸς διὰ ταῦτα περὶ μὲν τῶν πέντε Μωσέως ἐπιγεγραμμένων βιβλίων μὴ ἄν διστάξαι τοὺς τὸν ἀπόστολον ἅπαξ ὡς θεῖον ἄνδρα προσιεμένους· περὶ δὲ τῆς λοιπῆς ἱστορίας βούλεσθαι μανθάνειν, εἰ κἀκείνη τυπικῶς συνέβαινε. παρατηρητέον δὲ ἐκ τῆς πρὸς Ῥωμαίους τό· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ· κείμενον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· ὅτι ὁ Παῦλος εἴληφεν ἀντὶ τῶν κατʼ ἐκλογὴν Ἰσραηλιτῶν, τῷ μὴ μόνον τὰ ἔθνη ὠφελῆσθαι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας, ἀλλὰ καί τινας τῶν ἀπὸ τοῦ θείου γένους.
Origène IV.2.7 · Philocalie I, § 14

Les trois sens de la lecture — passage 14

Correspondance structurelle avec IV, 2, § 7 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 14
14. Τούτων οὔτως ἐχόντων τοὺς φαινομένους ἡμῖν χαρακτῆρας τῆς νοήσεως τῶν γραφῶν ὑποτυπωτέον. καὶ πρῶτόν γε τοῦτο ὑποδεικτέον, ὅτι ὁ σκοπὸς τῷ φωτίζοντι πνεύματι προνοίᾳ θεοῦ διὰ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου τοὺς διακόνους τῆς ἀληθείας, προφήτας καὶ ἀποστόλους, ἢν προηγουμένως μὲν ὁ περὶ τῶν ἀπορρήτων μυστηρίων τῶν κατὰ τοὺς ἀνθρώπους πραγμάτων· ἀνθρώπους δὲ νῦν λέγω τὰς χρωμένας ψυχὰς σώμασιν· ἴν᾿ δυνάμενος διδαχθῆναι ἐρευνήσας, καὶ τοῖς βάθεσι τοῦ νοῦ τῶν λέξεων ἑαυτὸν ἐπιδοὺς, κοινωνὸς τῶν ὅλων τῆς βουλῆς αὐτοῦ γένηται δογμάτων. εἰς δὲ τὰ περὶ τῶν ψυχῶν, οὐκ ἅλλως δυναμένων τῆς τελειότητος τυχεῖν χωρὶς τῆς πλουσίας καὶ σοφῆς περὶ θεοῦ ἀληθείας, τὰ περὶ θεοῦ ἀναγκαίως ὡς προηγούμενα τέτακται, καὶ τοῦ μονογενοῦς αὐτοῦ· ποίας ἐστὶ φύσεως, καὶ τίνα τρόπον υἱὸς τυγχάνει θεοῦ, καὶ τίνες αἱ αἰτίαι τοῦ μέχρι σαρκὸς ἀνθρωπίνης αὐτὸν καταβεβηκέναι καὶ πάντη ἄνθρωπον ἀνειληφέναι· τίς τε καὶ ἡ τούτου ἐνέργεια, καὶ εἰς τίνας καὶ πότε γινομένη. ἀναγκαίως δὲ ὡς περὶ συγγενῶν καὶ τῶν ἄλλων λογικῶν θειοτέρων τε καὶ ἐκπεπτωκότων τῆς μακαριότητος, καὶ τῶν αἰτίων τῆς τούτων ἐκπτώσεως, ἐχρῆν εἰς τοὺς λόγους τῆς θείας ἀνειλῆφθαι διδασκαλίας· καὶ περὶ τῆς διαφορᾶς τῶν ψυχῶν, καὶ πόθεν αἱ διαφοραὶ αὗται ἐληλύθασι· τίς τε ὁ κόσμος, καὶ διά τί ὑπέστη. ἔτι δὲ πόθεν ἡ κακία τοσαύτη καὶ τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν.
Origène IV.2.8 · Philocalie I, § 15

Les trois sens de la lecture — passage 15

Correspondance structurelle avec IV, 2, § 8 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 15
15. Τούτων δὴ καὶ τῶν παραπλησίων προκειμένων τῷ φωτίζοντι πνεύματι τὰς τῶν ἁγίων ὑπηρετῶν τῆς ἀληθείας ψυχάς· δεύτερος ἦν σκοπὸς, διὰ τοὺς μὴ δυναμένους τὸν κάματον ἐνεγκεῖν ὑπὲρ τοῦ τὰ τηλικαῦτα εὑρεῖν, κρύψαι τὸν περὶ τῶν προειρημένων λόγον ἐν λέξεσιν ἐμφαινούσαις διήγησιν περιέχουσαν ἀπαγγελίαν τὴν περὶ τῶν αἰσθητῶν δημιουργημάτων, καὶ ἀνθρώπου κτίσεως, καὶ τῶν ἐκ τῶν πρώτων κατά διαδοχὴν μέχρι πολλῶν γεγενημένων· καὶ ἄλλαις ἱστορίαις, ἀπαγγελλούσαις δικαίων πράξεις, καὶ τῶν αὐτῶν τούτων ποτὲ γενόμενα ἁμαρτήματα ὡς ἀνθρώπων, καὶ ἀνόμων καὶ ἀσεβῶν πονηρίας καὶ ἀκολασίας καὶ πλεονεξίας. παραδοξότατα δὲ, διὰ ἱστορίας τῆς περὶ πολέμων καὶ νενικηκότων καὶ νενικημένων, τινὰ τῶν ἀπορρήτων τοῖς ταῦτα βασανίζειν δυναμένοις σαφηνίζεται. καὶ ἔτι θαυμασιώτερον, διὰ γραπτῆς νομοθεσίας οἱ τῆς ἀληθείας νόμοι προφητεύονται· μετὰ ἀληθῶς πρεπούσης θεοῦ σοφίᾳ δυνάμεως πάντων τούτων εἱρμῷ ἀναγεγραμμένων. προέκειτο γὰρ καὶ τὸ ἔνδυμα τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιήσαι οὐκ ἀνωφελὲς, δυνάμενόν τε τοὺς πολλοὺς, ὡς χωροῦσι, βελτιοῦν.
Origène IV.2.9 · Philocalie I, § 16

Les trois sens de la lecture — passage 16

Correspondance structurelle avec IV, 2, § 9 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 16
16. Ἀλλʼ εἴπερ, εἰ δι᾿ ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρήσιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστορίας ἀκόλουθον καὶ γλαφυρὸν, ἠπιστήσαμεν ἄν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς· ᾠκονόμησέ τινα οἱονεὶ σκάνδαλα καὶ προσκόμματα καὶ ἀδύνατα διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος· ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κινούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι, τοῦ προηγουμένου σκοποῦ τυγχάνοντος τὸν ἐν τοῖς πνευματικοῖς εἱρμὸν ἀπαγγεῖλαι γεγενημένοις καὶ πρακτέοις, ὅπου μὲν εὖρε γενόμενα κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐφαρμόσαι δυνάμενα τοῖς μυστικοῖς τούτοις, ἐχρήσατο ἀποκρύπτων ἀπὸ τῶν πολλῶν τὸν βαθύτερον νοῦν· ὅπου δὲ ἐν τῇ διηγήσει τῆς περὶ τῶν νοητῶν ἀκολουθίας οὐχ εἴπετο ἡ τῶνδέ τινων πρᾶξις ἡ προαναγεγραμμένη διὰ τὰ μυστικώτερα, συνύφηνεν ἡ γραφὴ τῇ ἱστορίᾳ τὸ μὴ γενόμενον· πῆ μὲν μηδὲ δυνατὸν γενέσθαι, πῆ δὲ δυνατὸν μὲν γενέσθαι, οὐ μὴν γεγενημένον. καὶ ἔσθʼ ὅτε μὲν ὀλίγαι λέξεις παρεμβεβλημέναι εἰσὶ κατὰ τὸ σῶμα οὐκ ἀληθευόμεναι, ἔσθʼ ὅτε δὲ πλείονες. τὸ δʼ ἀνάλογον καὶ ἐπὶ τῆς νομοθεσίας ἐκληπτέον, ἐν ἢ ἔστι πλεονάκις εὑρεῖν καὶ τὸ αὐτόθεν χρήσιμον, πρὸς τοὺς καιροὺς τῆς νομοθεσίας ἁρμόζου· ἐνίοτε δὲ λόγος χρήσιμος οὐκ ἐμφαίνεται. καὶ ἄλλοτε καὶ ἀδύνατα νομοθετεῖται, διὰ τοὺς ἐντρεχεστέρους καὶ ζητητικωτέρους· ἵνα τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς, πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν. οὐ μόνον δὲ περὶ τῶν πρὸ τῆς παρουσίας ταῦτα τὸ πνεῦμα ᾠκονόμησεν, ἀλλά γὰρ, ἄτε τὰ αὐτὸ τυγχάνον καὶ ἀπὸ τοῦ ἑνὸς θεοῦ, τὸ ὅμοιον καὶ ἐπὶ τῶν εὐαγγελίων πεποίηκε καὶ ἐπὶ τῶν ἀποστόλων· οὐδὲ τούτων πάντη ἄκρατον τὴν ἱστορίαν τῶν προσυφασμένων κατὰ τὸ σωματικόν ἐχόντων, μὴ γεγενημένων· οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς πάντως τὸ εὔλογον ἐντεῦθεν ἐμφαίνοντα.

Livre IV, chapitre III

Les limites de la lettre, Philocalie I, §§ 17–27.

Philocalie 1.17–27 correspond à Origène IV, 3, §§ 1–11. Les §§ 1–3 ont un parallèle latin continu ; les §§ 4–11 sont conservés ici en grec.

Origène IV.3.1 · Philocalie I, § 17

L’histoire et la lettre — passage 17

Correspondance structurelle avec IV, 3, § 1 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 17
17. Τίς γοῦν νοῦν ἔχων οἰήσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν, ἑκπεραν τε καὶ πρωίαν, χωρὶς ἡλίου γεγονέναι καὶ σελήνης καὶ ἀστέρων; τὴυ δὲ οἱουεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; τίς δʼ οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ξύλον ζωῆς ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητὸν, ὥστε διὰ τῶν σωματικῶν ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῆν ἀναλαμβάνειν· καὶ πάλιν καλοῦ καὶ πονηροῦ μετέχειν τινὰ παρὰ τὸ μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; ἐάν δὲ καὶ θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν λέγηται, καὶ ὁ Ἀδὰμ ὑπὸ τὰ ξύλον κρύπτεσθαι· οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας, καὶ οὐ σωματικῶς γεγενημένης, μηνύειν τινὰ μυστήρια. ἀλλὰ καὶ Κάιν ἐξερχόμενος ἀπὸ προσώπου τοῦ θεοῦ σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸυ ἐντυγχάνοντα ζητεῖν πρόσωπον θεοῦ καὶ ἐξέρχεσθαί τινα ἀπʼ αὐτοῦ. καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν, ἀναγεγραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν; ἀλλὰ καὶ τὰ εὐαγγέλια δὲ τοῦ αὑτοῦ εἴδους τῶν λόγων πεπλήρωται εἰς ὑψηλὸν ὄρος τόν Ἰησοῦν ἀναβιβάζοντος τοῦ διαβόλου, ἵνʼ ἐκεῖθεν αὐτῷ δείξῃ τοῦ παντὸς κόσμου τὸς βασιλείας καὶ τὴν δόξαν αὐτῶν. τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα, ἔωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; παραπλησίως δὲ τούτοις καὶ ἄλλα μυρία ἀπὸ τῶν εὐαγγελίων ἔνεστι τὸν ἀκριβοῦντα τηρῆσαι, ὑπὲρ τοῦ συγκαταθέσθαι συνυφαίνεσθαι ταῖς κατὰ τό ῥητὸν γεγενημέναις ἱστορίαις ἕτερα μὴ συμβεβηκότα.
Origène IV.3.2 · Philocalie I, § 18

L’histoire et la lettre — passage 18

Correspondance structurelle avec IV, 3, § 2 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 18
18. Ἐὰν δὲ καὶ ἐπὶ τὴν νομοθεσίαν ἔλθωμεν τὴν Μωσέως, πολλοὶ τῶν νόμων, τῷ ὅσον ἐπὶ τῷ καθʼ ἑαυτοὺς τηρεῖσθαι, τὸ ἄλογον ἐμφαίνουσιν, ἕτεροι δὲ τὸ ἀδύνατον. τὸ μὲν ἄλογον, γῦπες ἐσθίεσθαι ἀπαγορευόμενοι, οὐδενὸς οὐδὲ ἐν τοῖς μεγίστοις λιμοῖς ἐκβιασθέντος ὑπὸ τῆς ἐνδείας ἐπὶ τοῦτο τὸ ζῶον φθάσαι καὶ ὀκταήμερα παιδία ἀπερίτμητα ἐξολοθρεύεσθαι ἐκ τοῦ γένους αὐτῶν κελευόμενα· δέου, εἰ ὅλως ἐχρῆν τι περὶ τούτων κατὰ τὸ ῥητὸν νενομοθετῆσθαι, τοὺς πατέρας αὐτῶν κελεύεσθαι ἀναιρεῖσθαι, ἢ τοὺς παρʼ οἶς τρέφονται. νῦν δέ φησιν ἡ γραφή· Ἀπερίτμητος πᾶς ἄρρην, ὅς οὐ περιτμηθήσεται τῇ ἡμέρα τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτοῦ. εἰ δὲ καὶ ἀδύνατα νομοθετούμενα βούλεσθε ἰδεῖν, ἐπισκεψώμεθα ὅτι τραγέλαφος μὲν τῶν ἀδυνάτων ὑποστῆναι ζῶον τυγχάνςι, ὅν ὡς καθαρόν κελεύει Μωσῆς ἡμᾶς προσφέρεσθαι γρὺψ δὲ οὐχ ἱστόρηταί ποτε ὑποχείριος ἀνθρώπῳ γεγονἐναι, ὅν ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ διαβόητον σάββατον τῷ ἀκριβοῦντι τό· Καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρα τῇ ἑβδόμῃ· ἀδύνατόν ἐστι φυλαχθῆναι κατὰ τὴν λέξιν οὐδενὸς ζώου δυναμένου δι᾿ ὅλης καθέζεσθαι τῆς ἡμέρας, καὶ ἀκινητεῖν ἀπὸ τοῦ καθέζεσθαι. διόπερ τινά μὲν οἱ ἐκ περιτομῆς, καὶ ὅσοι θέλουσι πλέον τῆς λέξεως δηλοῦσθαι μηδὲν, οὐδὲ τὴν ἀρχήν ζητοῦσιν, ὡσπερ τὰ περὶ τραγελάφου καὶ γρυπός καὶ γυπὸς, εἴς τινα δὲ φλυαροῦσιν εὑρησιλογοῦντες, ψυχρὰς παραδόσεις φέροντες, ὥσπερ καὶ περὶ τοῦ σαββάτου, φάσκοντες τόπον ἑκάστου εἶναι δισχιλίους πήχεις. ἄλλοι δὲ, ὥν ἐστὶ Δοσίθεος ὀ Σαμαρεύς, καταγινώσκοντες τῆς τοιαύτης διηγήσεως οἴονται ἐπὶ τοῦ σχήματος, οὖ ἄν καταληφθῇ τις ἐν τῇ ἡμέρα τοῦ σαββάτου, μένειν μέχρις ἑσπέρας. ἀλλὰ καὶ τὸ μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ἀδύνατον· διόπερ εἰς ἀπεραντολογίαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐληλύθασι, φάσκοντες βάσταγμα μὲν εἶναι τὸ τοιόνδε ὑπόδημα, οὐ μὴν καὶ τὸ τοιόνδε, καὶ τὸ ἥλους ἔχον σανδάλιον, οὐ μὴν καὶ τὸ ἀνήλωτον καὶ τὸ οὑτωσὶ ἐπὶ τοῦ ὥμου φορούμενον, οὐ μὴν καὶ ἐπὶ τῶν δύο μῶν.
Origène IV.3.3 · Philocalie I, § 19

L’histoire et la lettre — passage 19

Correspondance structurelle avec IV, 3, § 3 du latin de Rufin. La traduction française actuelle du livre IV suit Rufin.

Lire le grec de la Philocalie · § 19
19. Εἰ δὲ καὶ ἐπὶ τὸ εὐαγγέλιον ἐλθόντες τὰ ὅμοια ζητήσαιμεν, τί ἄν εἴη ἀλογώτερον τοῦ · Μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε· ὅπερ ἐντέλλεσθαι νομίζουσιν οἱ ἀκέραιοι τὸν σωτῆρα τοῖς ἀποστόλοις; ἀλλὰ καὶ δεξιὰ σιαγὼν τύπτεσθαι λεγομένη ἀπιθανωτάτη ἐστί· παντὸς τοῦ τύπτοντος, εἰ μὴ ἄρα πεπονθώς τι παρὰ φύσιν τυγχάνει, τῇ δεξιᾷ χειρὶ τύπτοντος τὴν ἀριστερὰν σιαγόνα. ἀδύνατον δὲ ἀπὸ τοῦ εὐαγγελίου ἔστι λαβεῖν ὀφθαλμὸν δεξιὸν σκανδαλίζοντα. ἵνα γὰρ χαρισώμεθα τὸ δύνασθαι ἐκ τοῦ ὁρᾷν σκανδαλίζεσθαί τινα, πῶς τῶν δύο ὀφθαλμῶν ὁρώντων τὴν αἰτίαν ἀνενεκτέον ἐπὶ τὸν δεξιόν ; τίς δὲ καὶ καταγνοὺς ἑαυτοῦ ἐν τῷ ἑωρακέναι γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἀναφέρων τὴν αἰτίαν ἐπὶ μόνον τὸν δεξιὸν ὀφθαλμὸν, εὐλόγως ἄν τοῦτον ἀποβάλοι; ἀλλὰ καὶ ὁ ἀπόστολος νομοθετεῖ, λέγων · Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. πρῶτον μὲν ὁ βουλόμενος ὄψεται ὅτι παρὰ τὴν προκειμένην αὐτῷ ὁμιλίαν ταῦτά φησι· πῶς γὰρ περὶ γάμου καὶ ἁγνείας νομοθετῶν οὐ δόξει ταῦτα εἰκῆ παρεμβεβληκέναι; δεύτερον δὲ τίς ἐρεῖ ἀδικεῖν τὸν, εἰ δυνατὸν, διὰ τὴν παρὰ τοῖς πολλοῖς νομιζομένην ἀσχημοσύνην ἐπὶ τῷ περιτετμῆσθαι, ἐπιδιδόντα ἑαυτόν τῷ ἐπισπάσασθαι;

Huit passages grecs supplémentaires

Origène IV.3.4 · Philocalie I, § 20

La vérité historique demeure présente dans la plupart des récits

Complément grec du Traité des principes, sans parallèle continu dans le lecteur latin utilisé · Traduction française établie depuis ce grec.

Nous avons exposé toutes ces considérations afin de montrer que la puissance divine qui nous a donné les saintes Écritures ne veut pas que nous en recevions seulement ce que présente la lettre. Certaines choses, prises dans leur sens littéral, ne sont pas vraies ; d'autres paraissent même déraisonnables et impossibles. C'est pourquoi certaines expressions sont tissées avec les événements réellement arrivés, ainsi qu'avec les prescriptions qui demeurent utiles dans leur sens ordinaire.

Mais que personne ne pense que nous affirmons cela de tous les passages : nous ne voulons pas dire qu'aucun récit historique ne se serait produit parce que certains récits n'ont pas eu lieu de la manière racontée. Nous ne prétendons pas davantage qu'aucune loi ne doit être observée à la lettre parce que certaines prescriptions, entendues littéralement, sont déraisonnables ou impossibles.

Nous n'affirmons pas non plus que les événements écrits au sujet du Sauveur seraient tous dépourvus de réalité sensible, ni qu'il ne faudrait garder aucun de ses commandements.

Au contraire, il est manifeste pour nous que bien des faits racontés sont historiquement vrais : Abraham fut enseveli dans la double grotte d'Hébron, de même qu'Isaac et Jacob, avec chacune de leurs épouses ; un territoire près de Sichem fut attribué à Joseph ; Jérusalem est la métropole de la Judée et Salomon y fit construire un temple pour Dieu, parmi d'innombrables autres faits.

Car les faits qui sont vrais selon l'histoire sont beaucoup plus nombreux que les éléments ajoutés pour exprimer des réalités purement spirituelles.

De même, qui ne reconnaîtrait que le commandement « Honore ton père et ta mère, afin que tu sois heureux » est utile et doit être observé, même sans aucune interprétation supérieure ? L'apôtre Paul lui-même l'a repris littéralement.

Que dire encore de « Tu ne commettras pas de meurtre », « Tu ne commettras pas d'adultère », « Tu ne voleras pas » et « Tu ne porteras pas de faux témoignage » ?

Dans l'Évangile également, certains commandements n'appellent aucune hésitation quant à leur observance : « Moi, je vous dis : quiconque se met en colère contre son frère », et la suite ; ou encore : « Moi, je vous dis de ne pas jurer du tout. »

Il faut aussi garder le sens immédiat de l'instruction apostolique : « Avertissez les indisciplinés, encouragez les craintifs, soutenez les faibles, soyez patients envers tous. »

Pourtant, celui qui va plus loin dans sa recherche peut aussi découvrir, dans chacune de ces paroles et sans abolir le commandement littéral, les profondeurs de la sagesse de Dieu.

Lire le grec de la Philocalie · § 20
20. Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται ὑπὲρ τοῦ δεῖξαι, ὅτι σκοπὸς τῇ δωρουμένῃ ἡμῖν θείᾳ δυνάμει τὰς ἱερὰς γραφάς ἐστιν οὐχὶ τὰ ὑπὸ τῆς λέξεως παριστάμενα μόνα ἐκλαμβάνειν, ἐνίοτε τούτων ὅσον ἐπὶ τῷ ῥητῷ οὐκ ἀληθῶν ἀλλὰ καὶ ἀλόγων καὶ ἀδυνάτων τυγχανόντων· καὶ ὅτι προσύφανταί τινα τῇ γενομένῃ ἱστορίᾳ καὶ τῇ κατὰ τὸ ῥητὸν χρησίμῳ νομοθεσίᾳ. ἵνα δὲ μὴ ὑπολάβῃ τις ἡμᾶς ἐπὶ πάντων τοῦτο λέγειν, ὅτι οὐδεμία ἱστορία γέγονεν, ἐπεί τις οὐ γέγονε· καὶ οὐδεμία νομοθεσία κατὰ τὸ ῥητὸν τηρητέα ἐστὶν, ἐπεί τις κατὰ τὴν λέξιν ἄλογος τυγχάνει ἢ ἀδύνατος· ἢ ὅτι τὰ περὶ τοῦ σωτῆρος γεγραμμένα κατὰ τὸ αἰσθητὸν οὐκ ἀληθεύεται· ἢ ὅτι οὐδεμίαν νομοθεσίαν αὐτοῦ καὶ ἐντοὴν φυλακτέον· λεκτέον ὅτι σαφῶς ἡμῖν παρίσταται περί τινων τὸ τῆς ἱστορίας εἶναι ἀληθές· ὡς ὅτι Ἀβραὰμ ἐν τῷ διπλῷ σπηλαίῳ ἐτάφη ἐν Χεβρὼν, καὶ Ἰσαὰκ, καὶ Ἰτακὼβ καὶ ἑκάστου τούτων μία γυνή· καὶ ὅτι Σίκιμα μερὶς δέδοται τῷ Ἰωσὴφ, καὶ Ἰερουσαλὴμ μητρόπολίς ἐστι τῆς Ἰουδαίας, ἐν ὠκοδόμητο ὑπὸ Σολομῶντος ναὸς θεοῦ, καὶ ἄλλα μυρία. πολλῷ γάρ πλείονά ἐστι τὰ κατὰ τὴν ἱστορίαν ἀληθευόμενα τῶν προσυφανθέντων γυμνῶν πνευματικῶν. πάλιν τε σὖ τίς οὐκ ἄν εἶποι τὴν λέγουσαν ἐντολήν· Τίμα τὸν πατέρα καὶ τήν μητέρα, ἵνα εὖ γένηταί σοι· χωρὶς πάσης ἀναγωγῆς χρησίμην τυγχάνειν καὶ τηρητέαν γε, καὶ τοῦ ἀποστόλου Παύλου χρησαμένου αὐτῇ αὐτολεξεί; τί δὲ δεῖ λέγειν περὶ τοῦ· Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις; καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ ἐντολαί εἰσι γεγραμμέναι οὐ ζητούμεναι, πότερον αὐτάς κατά τὴν λέξιν τηρητέον ἢ οὔ· ὡς ἡ φάσκουσα· Ἐγὼ δὲ λέγω ὑμῖν, ὅς ἐὰν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ, καὶ τὰ ἐξῆς· καί· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. καὶ παρὰ τῷ ἀποστόλῳ τὸ ῥητὸν τηρητέον· Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας· εἰ καὶ παρὰ τοῖς φιλοτιμοτέροις δύναται σώζειν ἕκαστον αὐτῶν, μετὰ τοῦ μὴ ἀθετεῖσθαι τὴν κατά τὸ ῥητὸν ἐντολὴν, βάθη σοφίας θεοῦ.
Origène IV.3.5 · Philocalie I, § 21

Le discernement : l'histoire vraie et la signification spirituelle

Complément grec du Traité des principes, sans parallèle continu dans le lecteur latin utilisé · Traduction française établie depuis ce grec.

Le lecteur rigoureux sera néanmoins arrêté devant certains passages, puisqu'il ne pourra décider sans un examen approfondi si tel récit que l'on croit historique est effectivement arrivé de la manière écrite, ni si telle prescription doit être observée selon sa formulation littérale.

Voilà pourquoi celui qui lit attentivement les Écritures doit garder le commandement du Sauveur : « Scrutez les Écritures. »

Il doit examiner avec soin dans quels passages la lettre est vraie et dans quels autres elle est impossible à retenir.

Et, autant qu'il le pourra, il doit rechercher, à partir d'expressions semblables, le sens de l'Écriture qui se trouve répandu partout, y compris dans les passages impossibles à comprendre littéralement.

Car, comme le reconnaîtra celui qui lit ces livres, il peut arriver que la suite des événements soit impossible selon la lettre, alors que leur enchaînement fondamental est non seulement possible, mais vrai.

Il faut donc s'efforcer de comprendre l'ensemble de leur sens.

On réunira par l'intelligence ce qui, pris littéralement, ne peut se produire, avec les éléments qui sont possibles et même historiquement vrais, en reconnaissant leur portée allégorique avec celle des passages qui n'ont pas eu lieu dans leur formulation extérieure.

Voici en effet notre position sur toutes les divines Écritures : toute l'Écriture possède un sens spirituel, mais elle ne possède pas partout un sens corporel ou littéral.

Il existe de nombreux endroits où ce sens corporel se révèle impossible.

Celui qui reçoit ces livres avec piété doit donc y apporter une grande attention : telle est, à notre avis, la nature de leur interprétation.

Lire le grec de la Philocalie · § 21
21. Ὁ μέντοι γε ἀκριβὴς ἐπί τινων περιελκυσθήσεται, χωρὶς πολλῆς βασάνου μή δυνάμενος ἀποφήνασθαι, πότερον ἥδε ἡ νομιζομένη ἱστορία γέγονε κατά τὴν λέξιν ἢ οὔ· καὶ τῆσδε τῆς νομοθεσίας τὸ ῥητὸν τηρητέον ἥ οὔ. διὰ τοῦτο δεῖ ἀκριβῶς τὸν ἐντυγχάνοντα, τηροῦντα τὸ τοῦ σωτῆρος πρόσταγμα τὸ λέγον · Ἐρευνᾶτε τὰς γραφάς· ἐπιμελῶς βασανίζειν, πῆ τὸ κατὰ τὴν λέξιν ἀληθές ἐστιν, καὶ πῆ ἀδύνατον· καὶ, ὅση δύναμις, ἐζιχνεύειν ἀπὸ τῶν ὁμοίων φωνῶν τὸν πανταχοῦ διεσπαρμένον τῆς γραφῆς νοῦν τοῦ κατὰ τὴν λέξιν ἀδυνάτου. ἐπεὶ τοίνυν, ὡς σαφὲς ἔσται τοῖς ἐντυγχάνουσιν, ἀδύνατος μὲν ὁ ὡς πρὸς τὸ ῥητὸν εἱρμὸς, οὐκ ἀδύνατος δὲ ἀλλὰ καὶ ἀληθὴς ὁ προηγούμενος· ὅλον τὸν νοῦν φιλοτιμητέον καταλαμβάνειν, συνείροντα τόν περὶ τῶν κατὰ τὴν λέξιν ἀδυνάτων λόγον νοητῶς τοῖς οὐ μόνον οὐκ ἀδυνάτοις ἀλλὰ καὶ ἀληθέσι κατὰ τὴν ἱστορίαν, συναλληγορουμένοις τοῖς ὅσον ἐπὶ τῇ λέξει μὴ γεγενημένοις. διακείμεθα γὰρ ἡμεῖς περὶ πάσης τῆς θείας γραφῆς, ὅτι πᾶσα μὲν ἔχει τὸ πνευματικὸν, οὐ πᾶσα δὲ τὸ σωματικόν· πολλαχοῦ γὰρ ἐλέγχεται ἀδύνατον ὄν τὸ σωματικόν. διόπερ πολλὴν προσοχὴν συνεισακτέον τῷ εὐλαβῶς ἐντυγχάνοντι ὡς θείοις γράμμασι ταῖς θείαις βίβλοις · ὧν ὁ χαρακτὴρ τῆς νοήσεως τοιοῦτος ἡμῖν φαίνεται.
Origène IV.3.6 · Philocalie I, § 22

L'Israël selon la chair et l'Israël selon l'esprit

Complément grec du Traité des principes, sans parallèle continu dans le lecteur latin utilisé · Traduction française établie depuis ce grec.

Les Écritures racontent que Dieu a choisi sur la terre un peuple auquel elles donnent plusieurs noms.

Ce peuple est appelé Israël ; il reçoit aussi le nom de Jacob.

Lorsque, au temps de Jéroboam fils de Nebat, il fut divisé, les dix tribus qui lui étaient soumises furent appelées Israël ; les deux autres, auxquelles se rattachait la tribu de Lévi et qui étaient gouvernées par les descendants de David, reçurent le nom de Juda.

Le territoire habité par ce peuple, que Dieu lui avait donné, fut appelé Judée ; sa métropole était Jérusalem, qui dominait plusieurs villes dont les noms sont dispersés dans les Écritures et, en certains endroits, réunis dans le livre de Josué fils de Noun.

Ces distinctions étant établies, l'Apôtre élève notre intelligence lorsqu'il dit : « Considérez l'Israël selon la chair », laissant entendre qu'il existe également un Israël selon l'esprit.

Il déclare ailleurs : « Ce ne sont pas les enfants de la chair qui sont les enfants de Dieu », et : « Tous ceux qui sont issus d'Israël ne sont pas Israël. »

Il affirme encore : « Le Juif n'est pas celui qui l'est extérieurement, et la circoncision n'est pas celle qui apparaît dans la chair ; le Juif est celui qui l'est dans le secret, et la circoncision est celle du cœur, selon l'esprit et non selon la lettre. »

Si le Juif peut être reconnu intérieurement, nous devons comprendre que, de même qu'il existe une lignée corporelle des Juifs, il existe aussi, selon cette interprétation, un peuple des Juifs intérieurs, dont l'âme possède cette noblesse en vertu de raisons mystérieuses.

De nombreuses prophéties parlent d'Israël et de Juda et annoncent ce qui doit leur arriver.

Ces grandes promesses, dont l'expression littérale paraît parfois modeste et peu digne de la hauteur d'une promesse divine, ne réclament-elles pas une interprétation mystérieuse ?

Si les promesses présentent par des images sensibles des réalités intelligibles, ceux auxquels elles sont faites doivent eux aussi, dans cette lecture, être compris autrement que selon leur seule condition corporelle.

Lire le grec de la Philocalie · § 22
22. Ἔθνος τι ἐπὶ γῆς ἀπαγγέλλουσιν οἱ λόγοι ἐξειλέχθαι τὸν θεὸν, ὅ καλοῦσιν ὀνόμασι πλείοσι. καλεῖται γὰρ τοῦτο τὸ πᾶυ ἔθνος Ἰσραήλ· λέγεται δὲ καὶ Ἰακώβ. ὅτε δὲ διήρηται κατὰ τοὺς χρόνους Ἰεροβοὰμ υἱοῦ Νάβατ, αἱ μὲν ὑπὸ τούτῳ λεγόμεναι φυλαὶ δέκα ὠνομάσθησαν Ἰσραήλ· αἱ δὲ λοιπαὶ δύο καὶ ἡ Λευιτικὴ, ὑπὸ τῶν ἐκ σπέρματος τοῦ Δαυείδ βασιλευόμεναι, Ἰούδας. ὁ δὲ σύμπας τόπος, ὅντινα ᾤκουν οἱ ἀπὸ τοῦ ἔθνους, δεδομένος αὐτοῖς ἀπὸ τοῦ θεοῦ, καλεῖται Ἰουδαία, ἥς μητρόπολις Ἰερουσαλήμ· μητρόπολις δηλονότι πλειόνων πόλεων, ὥν τὰ ὀνόματα πολλαχοῦ μὲν καὶ ἄλλοθι διεσπαρμένως κεῖται, ὄφ᾿ ἔν δὲ κατειλεγμέναι εἰσὶν ἐν Ἰησοῦ τῷ τοῦ Ναυῆ. τούτων οὕτως ἐχόντων, ὑψῶν τὸ διανοητικὸν ἡμῶν ὁ ἀπόστολός φησί που· Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ὡς ὄντος τινὸς Ἰσραὴλ κατὰ πνεῦμα. καὶ ἀλλαχοῦ λέγει· Οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ θεοῦ· οὐδὲ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. ἀλλʼ οὐδὲ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλʼ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομή καρδίας ἐν πνεύματι, οὐ γράμματι. εἰ γὰρ κρίσις τοῦ Ἰουδαίου ἐκ τοῦ κρυπτοῦ λαμβάνεται, νοητέον ὅτι, ὥσπερ Ἰουδαίων σωματικόν ἐστι γένος, οὕτω τῶν ἐν κρυπτῷ Ἰουδαίων ἐστί τι ἔθνος, τῆς ψυχῆς τὴν εὐγένειαν ταύτην κατά τινας λόγους ἀπορρήτους κεκτημένης. ἀλλὰ καὶ πολλαὶ προφητεῖαι περὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα προφητεύουσι, διηγούμεναι τὰ ἐσόμενα αὐτοῖς. καὶ οὐ δήπου αἱ τοσαῦται τούτοις γεγραμμέναι ἐπαγγελίαι, ὅσου ἐπὶ τῇ λέξει ταπειναὶ τυγχάνουσαι καὶ οὐδὲν ἀνάστημα παριστᾶσαι καὶ ἀξίωμα ἐπαγγελίας θεοῦ, οὐχὶ ἀναγωγῆς μυστικῆς δέονται; εἰ δὲ αἱ ἐπαγγελίαι νοηταί εἰσι δι᾿ αἰσθητῶν ἐπαγγελλόμεναι· καὶ οἶς αἱ ἐπαγγελίαι, οὐ σωματικοί.
Origène IV.3.7 · Philocalie I, § 23

Les patriarches, les générations et leurs réalités intelligibles

Complément grec du Traité des principes, sans parallèle continu dans le lecteur latin utilisé · Traduction française établie depuis ce grec.

Pour ne pas prolonger notre exposé sur le Juif intérieur et sur l'Israélite qui existe dans l'homme intérieur — ce qui suffit déjà aux lecteurs capables de discernement —, revenons à notre sujet.

Nous affirmons que Jacob est le père des douze patriarches, que ceux-ci sont les ancêtres des chefs des familles, et ces derniers des Israélites qui leur ont succédé.

Les Israélites corporels remontent ainsi à leurs chefs de familles, ces chefs aux patriarches, les patriarches à Jacob, puis aux générations plus anciennes.

Mais les Israélites intelligibles, dont les Israélites corporels étaient une figure, ne sont-ils pas eux aussi répartis en familles, celles-ci étant issues de tribus, et les tribus d'un ancêtre dont la naissance ne serait pas corporelle de la même manière, mais d'un ordre supérieur ?

Celui-ci procéderait à son tour d'Isaac, Isaac d'Abraham, et tous seraient ramenés à Adam, que l'Apôtre met en relation avec le Christ.

Car toute origine des familles spirituelles, inférieures au Dieu de l'univers, commencerait dans le Christ, qui, après Dieu le Père de toutes choses, serait le père de toute âme, de même qu'Adam est le père des hommes.

Si Paul a reçu de comprendre Ève comme une figure de l'Église, rien d'étonnant à ce que Caïn, né d'Ève, et les générations issues d'elle soient eux aussi considérés comme des figures de l'Église.

En effet, selon le raisonnement présenté ici, toutes ces réalités procèdent de l'Église selon un principe qui les précède.

Lire le grec de la Philocalie · § 23
23. Καὶ ἵνα μὴ ἐπιδιατρίβωμεν τῷ λόγῳ τῷ περὶ τοῦ ἐν κρυπτῷ Ἰουδαίου καὶ τῷ περὶ τοῦ ἔσω ἀνθρώπου Ἰσραηλίτου, καὶ τούτων αὐταρκῶν ὄντων τοῖς μὴ ἀκέντροις, ἐπὶ τὸ προκείμενον ἐπανερχόμεθα, καί φαμεν τὸν Ἰακὼβ πατέρα εἶναι τῶν δώδεκα πατριαρχῶν, κἀκείνους τῶν δημάρχων, καὶ ἔτι ἐκείνους τῶν ἐξῆς Ἰσραηλιτῶν. ἄρʼ οὗν οἱ μὲν σωματικοὶ Ἰσραηλῖται τὴν ἀναγωγήν ἔχουσιν ἐπὶ τοὺς δημάρχους, καὶ οἱ δήμαρχοι πρὸς τοὺς πατριάρχας, οἱ δὲ πατριάρχαι πρός τὸν Ἰακὼβ καὶ τοὺς ἔτι ἀνωτέρω· οἱ δὲ νοητοὶ Ἰσραηλῖται, ὥν τύπος ἦσαν οἱ σωματικοὶ, οὐχὶ ἐκ δήμων εἰσὶ, τῶν δήμων ἐκ φυλῶν ἐληλυθότων, καὶ τῶν φυλῶν ἀπό ἑνός τινος, γένεσιν οὐ τοιαύτην σωματικήν ἔχοντος, ἀλλὰ τὴν κρείττονα, γεγενημένου κἀκείνου ἐκ τοῦ Ἰσαὰκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ Ἀβραὰμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδάμ, ὅν ὁ ἀπόστολος εἶναί φησι τὸν χριστόν; πᾶσα γὰρ ἀρχὴ πατριῶν τῶν ὡς πρὸς τὸν τῶν ὅλων θεὸν κατωτέρω ἀπὸ Χριστοῦ ἤρξατο τοῦ μετὰ τὸν τῶν ὅλων θεὸν καὶ πατέρα οὕτω πατρὸς ὄντος πάσης ψυχῆς, ὡς ὁ Ἀδάμ πατήρ ἐστι πάντων τῶν ἀνθρώπων. εἰ δὲ καὶ ἡ Εὔα ἐπιτέτευκται τῷ Παύλῳ εἰς τὴν ἐκκλησίαν ἀναγομένη, οὐ θαυμαστὸν, τοῦ Κάιν ἐκ τῆς Εὔας γεγενημένου, καὶ πάντων τῶν ἑξῆς τὴν ἀναγωγὴν ἐχόντων ἐπὶ τὴν Εὕαν, ἐκτυπώματα τῆς ἐκκλησίας τυγχάνειν· πάντων ἀπό τῆς ἐκκλησίας προηγουμένῳ λόγ γεγενημένων.
Origène IV.3.8 · Philocalie I, § 24

La Jérusalem céleste et les villes du monde spirituel

Complément grec du Traité des principes, sans parallèle continu dans le lecteur latin utilisé · Traduction française établie depuis ce grec.

Si ce que nous avons dit d'Israël, de ses tribus et de ses familles paraît frappant, considérons la parole du Sauveur : « Je n'ai été envoyé qu'aux brebis perdues de la maison d'Israël. »

Nous ne recevons pas cette parole à la manière de ceux qu'on appelle les Ébionites, dont Origène rapproche le nom d'une pauvreté d'intelligence : car, en hébreu, ébion signifie « pauvre ».

Nous ne pensons donc pas que le Christ soit venu principalement pour les seuls Israélites selon la chair.

En effet, « ce ne sont pas les enfants de la chair qui sont enfants de Dieu ».

De même, l'Apôtre enseigne au sujet de Jérusalem : « La Jérusalem d'en haut est libre ; c'est elle qui est notre mère. »

Et dans une autre épître, il est écrit : « Vous vous êtes approchés de la montagne de Sion, de la cité du Dieu vivant, de la Jérusalem céleste, des myriades d'anges en fête et de l'assemblée des premiers-nés dont les noms sont inscrits dans les cieux. »

Si Israël existe aussi dans l'ordre des âmes et s'il y a une Jérusalem céleste, il s'ensuit, selon notre raisonnement, que les villes de l'Israël intelligible ont pour métropole cette Jérusalem d'en haut.

Il faudrait comprendre de façon correspondante l'ensemble de la Judée spirituelle.

Ainsi, lorsque nous entendons les prophéties concernant Jérusalem et ce qui est dit de cette ville, si nous écoutons Dieu comme Dieu, parlant avec sagesse, nous devons penser qu'elles nous disent quelque chose de la cité céleste et de toute la région qui englobe les villes de la terre sainte.

Peut-être le Sauveur veut-il nous élever vers ces cités lorsqu'il promet à ceux qui ont bien administré les mines confiées à leur garde de recevoir autorité sur dix villes ou sur cinq.

Lire le grec de la Philocalie · § 24
24. Εἰ δὴ πληκτικά ἐστι τὰ περὶ τοῦ Ἰσραὴλ καὶ τῶν φυλῶν καὶ τῶν δήμων αὐτοῦ ἡμῖν εἰρημένα, ἐπὰν φάσκῃ ὁ σωτήρ· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· οὐκ ἐκλαμβάνομεν ταῦτα ὡς οἱ πτωχοὶ τῇ διανοία Ἐβιωναῖοι, τῆς πτωχῆς διανοίας ἐπώνυμοι· ἐβίων γὰρ ὁ πτωχός παρʼ Ἐβραίοις ὀνομάζεται· ὥστε ὑπολαβεῖν ἐπὶ τοὺς σαρκίνους Ἰσραηλίτας προηγουμένως τὸν Χριστὸν ἐπιδεδημηκέναι. Οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ θεοῦ. πάλιν ὁ ἀπόστολος περὶ τῆς Ἱερουσαλὴμ τοιαῦτά τινα διδάσκει, ὅτι Ἑἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. καὶ ἐν ἄλλῃ ἐπιστολῇ· Ἀλλὰ προσεληλύθατε Σιών ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. εἰ τοίνυν ἐστὶν ἐν ψυχῶν γένει ὁ Ἰσραὴλ, καὶ ἐν οὐρανῷ τις πόλις Ἱερουσαλήμ· ἀκολουθεῖ τὰς πόλεις Ἰσραὴλ μητροπόλει χρῆσθαι τῇ ἐν οὐρανοῖς Ἰερουσαλήμ· καὶ ἀκολούθως τῇ πάσῃ Ἰουδαίᾳ. ὅσα τοιγαροῦν προφητεύεται περὶ Ἰερουσαλὴμ καὶ λέγεται περὶ αὐτῆς, εἰ θεοῦ ὡς θεοῦ ἀκούωμεν καὶ σοφίαν φθεγγομένου, περὶ τῆς ἐπουρανίου πόλεως καὶ παντὸς τοῦ τόπου τοῦ περιεκτικοῦ τῶν πόλεων τῆς ἁγίας γῆς νοητέον τὰς γραφὰς ἀπαγγέλλειν. τάχα γὰρ ὁ σωτὴρ ἐπʼ ἐκείνας ἡμᾶς ἀνάγων τὰς πόλεις, τοῖς εὐδοκιμήσασιν ἐν τῷ τὰς μνᾶς καλῶς ὠκονομηκέναι, ἐπιστασίαν δίδωσι δέκα ἢ πέντε πόλεων.
Origène IV.3.9 · Philocalie I, § 25

Égypte, Babylone et Tyr comme figures de réalités invisibles

Complément grec du Traité des principes, sans parallèle continu dans le lecteur latin utilisé · Traduction française établie depuis ce grec.

Si donc les prophéties concernant la Judée, Jérusalem, Israël, Juda et Jacob proposent de tels mystères à ceux qui ne les lisent pas seulement selon la chair, il serait cohérent d'envisager de la même manière les prophéties relatives à l'Égypte et aux Égyptiens, à Babylone et aux Babyloniens, à Tyr et à ses habitants, à Sidon et aux Sidoniens, ainsi qu'aux autres nations.

Nous ne devrions pas croire qu'elles concernent uniquement les Égyptiens, les Babyloniens, les Tyriens et les Sidoniens corporels.

Car s'il existe des Israélites intelligibles, il serait logique de concevoir aussi des Égyptiens ou des Babyloniens intelligibles.

Il ne semble pas convenir de rapporter entièrement à un homme qui aurait régné ou qui règnerait sur l'Égypte les paroles qu'Ézéchiel adresse à Pharaon, comme le verront ceux qui les examineront.

De même, il n'est pas possible, selon notre interprétation, de faire porter tout ce qui est dit du prince de Tyr sur un simple homme gouvernant cette cité.

Quant aux nombreuses paroles prononcées au sujet de Nabuchodonosor, surtout chez Isaïe, comment pourrait-on toutes les rapporter à cet homme historique ?

Nabuchodonosor n'est pas tombé du ciel ; il n'était pas l'astre du matin et ne se levait pas à l'aurore sur la terre.

De même, qui pourrait comprendre littéralement les déclarations d'Ézéchiel selon lesquelles l'Égypte demeurerait déserte pendant quarante ans, sans qu'un pied humain s'y pose, et serait si violemment frappée que le sang y monterait jusqu'aux genoux ?

Il serait difficile de les appliquer telles quelles à l'Égypte géographique voisine de l'Éthiopie, dont les habitants portent une peau assombrie par le soleil.

Après d'autres développements, le texte grec conservé reprend la pensée en ces termes.

Lire le grec de la Philocalie · § 25
25. Εἰ τοίνυν αἱ προφητεῖαι αἱ περὶ Ἰουδαίας καὶ περὶ Ἰερουσαλὴμ καὶ Ἰσραὴλ καὶ Ἰούδα καὶ Ἰακὼβ, μὴ σαρκίνως μῶν ἐκλαμβανόντων ταῦτα, μυστήρια τοιάδε τινὰ ὑποβάλλουσιν, ἀκόλουθον ἄν εἴη καὶ τὰς προφητείας τὰς περὶ Αἰγύπτου καὶ Aἰγυπτίων, καὶ Βαβυλῶνος καὶ Βαβυλωνίων, καὶ Τύρου καὶ Τυρίων, καὶ Σιδῶνος καὶ Σιδωνίων, ἢ τῶν λοιπῶν ἐθνῶν, μὴ μόνον περὶ τῶν σωματικῶν τούτων Aἰγυπτίων καὶ Βαβυλωνίων καὶ Τυρίων καὶ Σιδωνίων προφητεύειν. εἰ γὰρ Ἰσραηλῖται νοητοὶ, ἀκόλουθον καὶ Aἰγυπτίους εἶναι νοητοὺς καὶ Βαβυλωνίους. οὐδὲ γὰρ πάνυ ἁρμόζει τὰ ἐν τῷ Ἰεζεκιὴλ λεγόμενα περὶ Φαραὼ βασιλέως Αἰγύπτου ἀνθρώπου τινὸς ἄρξαντος ἦ ἄρξοντος τῆς Αἰγύπτου λέγεσθαι, ὡς δῆλον ἔσται τοῖς παρατηρουμένοις. ὁμοίως τὰ περὶ τοῦ ἄρχοντος Τύρου οὐ δύναται νοεῖσθαι περί τινος ἀνθρώπου ἄρξοντος τῆς Τύρου. καὶ τὰ περὶ τοῦ Ναβουχοδονόσορ πολλαχοῦ λεγόμενα, καὶ μάλιστα ἐν τῷ Ἠσαίᾳ, πῶς οἶόν τε ἐκλαβεῖν περὶ τοῦ ἀνθρώπου ἐκείνου; οὔτε γὰρ ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ, οὐδὲ ἑωσφόρος ἦν, οὐδὲ πρωὶ ἀνέτελλεν ἐπὶ τὴν γῆν ὀ Nαβουχοδονόσορ ὁ ἄνθρωπος. οὐ μὴν οὐδὲ τὰ λεγόμενα ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς τεσσαράκοντα ἔτεσιν ἐρημωθησομένης ὥστε πόδα ἀνθρώπου μὴ εὑρεθῆναι ἐκεῖ, καὶ ὡς ἐπὶ τοσοῦτον πολεμηθησομένης ποτὲ ὥστε διʼ ὅλης αὐτῆς τὸ οἶμα γενέσθαι μέχρι τῶν γονάτων, νοῦν τις ἔχων ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώματα ὑπὸ ἡλίου μεμελασμένοις Αἰθίοψι. καὶ Μεθʼ ἕτερα·
Origène IV.3.10 · Philocalie I, § 26

L'hypothèse des lieux assignés aux âmes

Complément grec du Traité des principes, sans parallèle continu dans le lecteur latin utilisé · Traduction française établie depuis ce grec.

Peut-être en va-t-il de même pour ceux qui quittent notre monde par la mort commune.

En fonction des actions qu'ils ont accomplies ici-bas, ils sont, s'ils sont jugés dignes du séjour appelé Hadès, répartis dans des lieux différents, selon la proportion de leurs fautes.

De même, ceux qui, pour ainsi dire, meurent en quittant un autre état d'existence descendraient dans cet Hadès qu'est notre monde.

Ils seraient jugés dignes de recevoir, dans les diverses régions de la terre qui nous entoure, des demeures meilleures ou moins bonnes et de naître de tels ou tels parents.

Ainsi pourrait-il arriver, selon cette hypothèse, qu'un Israélite tombe chez les Scythes ou qu'un Égyptien descende en Judée.

Le Sauveur est toutefois venu rassembler les brebis perdues de la maison d'Israël.

Et puisque beaucoup de ceux qui appartenaient à Israël ne se sont pas soumis à son enseignement, les hommes issus des nations sont eux aussi appelés.

Lire le grec de la Philocalie · § 26
26. Τάχα δὲ ὥσπερ οἱ ἐντεῦθεν κατὰ τὸν κοινὸν θάνατον ἀποθυήσκοντες ἐκ τῶν ἐνταῦθα πεπραγμένων οἰκονομοῦνται, εἰ κριθεῖεν ἄξιοι τοῦ καλουμένου χωρίου ἅδου, τόπων διαφόρων τυγχάνειν κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων· οὕτως οἱ ἐκεῖθεν, ἴνʼ οὕτως εἶπω, ἀποθνήσκοντες εἰς τὸν ᾄδην τοῦτον καταβαίνουσι, κρινόμενοι ἄξιοι τῶν τοῦ παντὸς περιγείου τόπου διαφόρων οἰκητηρίων βελτιόνων ἢ χειρόνων, καὶ παρὰ τοῖσδε ἢ τοῖσδε τοῖς πατράσιν· ὡς δύνασθαί ποτε Ἰσραηλίτην πεσεῖν ἐς Σκύθας, καὶ Αἰγύπτιον εἰς τὴν Ἰουδαίαν κατελθεῖν. πλὴν ὁ σωτὴρ συναγαγεῖν ἤλθε τὰ πρόβατα τὰ ὀπολωλότα οἴκου Ἰσραήλ· καὶ πολλῶν ἀπὸ τοῦ Ἰσραὴλ μή εἰξάντων τῇ διδασκαλίᾳ αὐτοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καλοῦνται.
Origène IV.3.11 · Philocalie I, § 27

Le champ des Écritures et les trésors cachés de la sagesse

Complément grec du Traité des principes, sans parallèle continu dans le lecteur latin utilisé · Traduction française établie depuis ce grec.

Voilà, selon notre pensée, ce qui se trouve caché dans les récits historiques.

Car « le royaume des cieux est semblable à un trésor caché dans un champ ; l'homme qui le trouve le cache de nouveau, puis, dans sa joie, va vendre tout ce qu'il possède et achète ce champ ».

Examinons donc si ce qui est visible dans l'Écriture, ce qui se présente à sa surface et se saisit aisément, n'est pas le champ tout entier, plein de plantes de diverses espèces.

Quant aux réalités qui y reposent sans être visibles à tous, comme enfouies sous les plantes que l'on aperçoit, elles seraient les trésors cachés de la sagesse et de la connaissance.

L'Esprit les appelle, par la bouche d'Isaïe, des trésors obscurs, invisibles et dissimulés.

Pour qu'ils soient découverts, il faut l'aide de Dieu, qui seul peut briser les portes de bronze qui les cachent et rompre les barres de fer placées sur leurs entrées.

Il deviendrait alors possible de comprendre tout ce que la Genèse dit des différentes lignées véritables des âmes et, pour ainsi dire, de leurs semences, qui se trouvent plus près ou plus loin d'Israël.

On comprendrait aussi la descente en Égypte des soixante-dix âmes, et la manière dont elles devinrent là-bas aussi nombreuses que les étoiles du ciel.

Mais puisque tous leurs descendants ne sont pas la lumière du monde — car « tous ceux qui sont issus d'Israël ne sont pas Israël » —, ils devinrent également, à partir des soixante-dix, aussi innombrables que le sable qui borde la mer.

Lire le grec de la Philocalie · § 27
27. Κέκρυπται δὲ, ὡς ἡγούμεθα, ἐν ταῖς ἱστορίαις ταῦτα. καὶ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶ θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὅν ὁ εὑρὼν ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ βλεπόμενον τῆς γραφῆς, καὶ τὸ ἐπιπόλαιον αὐτῆς καὶ πρόχειρον, ὁ πᾶς ἐστιν ἀγρὸς πλήρης παντοδαπῶν τυγχάνων φυτῶν· τὰ δὲ ἐναποκείμενα καὶ οὐ πᾶσιν ὁρώμενα, ἀλλʼ ὡσπερεὶ ὑπὸ τὰ βλεπόμενα φυτὰ κατορωρυγμένα, οἰ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι· οὕστινας τὸ πνεῦμα διὰ τοῦ Ἠσαίου σκοτεινοὺς καὶ ἀοράτους καὶ ἀποκρύφους καλεῖ· δεομένους ἴνʼ εὑρέθωσι θεοῦ τοῦ μόνου δυναμένου τὰς κρυπτούσας αὐτοὺς χαλκᾶς πύλας συντρίψαι, καὶ τοὺς σιδηροῦς ἐπικειμένους ταῖς θύραις μοχλοὺς συνθλάσαι· ἵνʼ εὑρεθῇ πάντα τὰ ἐν τῇ Γενέσει περὶ τῶν διαφόρων ἀληθινῶν ψυχῆς γενῶν καὶ οἱονεὶ σπερμάτων . ἐγγύς που τοῦ Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ ἐς Αἴγυπτον κάθοδος τῶν ἑβδομήκοντα ψυχῶν, ὅπως ἐκεῖ γένωνται ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. ἀλλʼ ἐπεὶ οὐ πάντες οἱ ἐξ αὐτῶν φῶς εἰσὶ τοῦ κόσμου· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· γίνονται ἐκ τῶν ἑβδομήκοντα καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.

Concordance grec–latin

Les 27 passages transmis dans la Philocalie sont classés selon leur place dans le livre IV du Traité des principes. Dix-neuf possèdent un parallèle latin continu dans le lecteur de Rufin ; huit sont conservés dans le grec et reçoivent sur cette page une traduction française directe du grec. La concordance établit l’emplacement des textes, non l’identité de leurs formulations.

Quatre divergences contrôlées

L’examen des formulations révèle des différences d’énumération, de citation, de développement et de modalité. Les lemmes ont été vérifiés dans les deux témoins de consultation ; aucune correction du texte source n’a été faite silencieusement.

Le royaume des Parthes dans l’exemple grec

GREC CONSERVÉ
Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων
LATIN DE RUFIN
Persarum regnum et Scytharum et Indorum

Lorsqu’il conteste une lecture purement physique de la tentation sur la haute montagne, le grec énumère les Perses, les Scythes, les Indiens et les Parthes. Dans le latin de consultation, la liste nomme explicitement les trois premiers mais pas les Parthes.

Réserve : Divergence d’énumération vérifiable ; elle n’altère pas la démonstration sur l’impossibilité de voir tous les royaumes à partir d’une seule montagne.

Voir le passage grec ↗ · Comparer avec Rufin ↗

Le vautour : une argumentation abrégée ou réordonnée

GREC CONSERVÉ
γῦπες ἐσθίεσθαι ἀπαγορευόμενοι
LATIN DE RUFIN
de tragelafo et grifo et vulture

Le grec ouvre la critique des interdits littéraux sur l’exemple du vautour, puis passe aux nourrissons non circoncis. Rufin commence par la circoncision ; il évoque le vautour plus tard, avec le tragélaphe et le griffon, en résumant cette objection.

Réserve : Le déplacement d’un exemple est attesté dans les témoins de consultation ; son origine dans la transmission reste ouverte.

Voir le passage grec ↗ · Comparer avec Rufin ↗

Une prescription évangélique supplémentaire dans le latin

GREC CONSERVÉ
Μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε
LATIN DE RUFIN
neque duas tunicas neque calciamenta

Le grec évoque le commandement de ne saluer personne en chemin, la joue droite, l’œil droit et la circoncision. Le latin ajoute l’interdiction de posséder deux tuniques ou des chaussures, illustrée par le froid rigoureux.

Réserve : Il peut s’agir d’une amplification latine ou d’une coupe pratiquée par les compilateurs grecs ; elle ne peut être attribuée sûrement à Rufin.

Voir le passage grec ↗ · Comparer avec Rufin ↗

« Si cela est possible » contre « absolument impossible »

GREC CONSERVÉ
εἰ δυνατὸν
LATIN DE RUFIN
quod certe fieri id omni genere inpossibile est

À propos de l’effort pour effacer extérieurement les marques de la circoncision, le grec introduit la réserve « si cela est possible ». Le latin conclut plus catégoriquement que cela est absolument impossible. L’écart de modalité est matériellement net.

Réserve : La différence de formulation est démontrée par les deux textes ; seule la comparaison des éditions critiques et manuscrits pourrait expliquer son origine.

Voir le passage grec ↗ · Comparer avec Rufin ↗

Notes de lecture et de transmission

  1. Philocalie 1.20

    Une précision décisive sur la valeur de l'histoire

    Origène affirme explicitement que les passages historiquement vrais sont beaucoup plus nombreux que ceux qui ne possèdent qu'un sens spirituel. Il ne propose donc pas la suppression générale du sens historique. L'extrait conservé en grec corrige une impression possible à la lecture de la seule version latine de IV, 3, § 1–3.
  2. Philocalie 1.21

    Une méthode de discernement, non une allégorie automatique

    L'exégète doit déterminer cas par cas ce qui est historiquement vrai et ce qui ne peut être soutenu littéralement. Cette exigence de vérification met une limite à l'arbitraire de la lecture allégorique. Origène affirme en même temps que toute Écriture possède un sens spirituel, mais non nécessairement un sens corporel.
  3. Philocalie 1.22–24

    L'Israël spirituel et la Jérusalem d'en haut

    Origène reprend des expressions de Paul (notamment Rm 2,28–29, Rm 9,6–8 et Ga 4,26) pour développer une lecture intelligible d'Israël et de Jérusalem. Cette construction théologique appartient à son contexte chrétien ancien. Elle ne doit pas être présentée comme une négation historique de l'existence, de la continuité ou de l'identité des communautés juives.
  4. Philocalie 1.23

    L'Adam rapporté au Christ

    Le texte rapproche la généalogie des êtres intelligibles, Adam et le Christ. Il s'inscrit dans les typologies pauliniennes (notamment 1 Co 15), mais son langage doit être distingué d'une identité de personnes entre Adam et le Christ.
  5. Philocalie 1.25

    Les nations et leurs interprétations symboliques

    Origène élargit sa lecture spirituelle aux prophéties concernant l'Égypte, Babylone, Tyr et Sidon. La démarche ne prouve pas que les prophéties soient dénuées de contexte politique et historique. La terminologie sur les peuples et l'Éthiopie reflète un cadre antique.
  6. Philocalie 1.25–26

    La coupe explicite du texte grec

    L'extrait grec porte la mention καὶ μεθ’ ἕτερα, « et après d'autres développements ». Il s'agit d'une lacune dans la sélection transmise par la Philocalie. Il serait erroné de présenter 1.25 et 1.26 comme deux paragraphes immédiatement contigus de l'œuvre originelle.
  7. Philocalie 1.26

    Une hypothèse sur les âmes et leurs conditions d'existence

    L'auteur présente une spéculation selon laquelle des âmes recevraient des conditions terrestres différentes selon un état antérieur. Ce passage témoigne de la pensée origénienne et de ses difficultés doctrinales ; il ne justifie aucune attribution de culpabilité à une personne née dans une situation de souffrance, de handicap ou de précarité.
  8. Philocalie 1.27

    Le champ et le trésor caché

    En se fondant sur Mt 13,44, Origène compare l'aspect visible de l'Écriture à un champ et les significations cachées à son trésor. Cette image est une clé positive de sa démarche exégétique, qui cherche à conserver la valeur du champ tout en sondant la richesse cachée.
  9. Philocalie 1.19 — Rufin IV, 3, § 3

    Une divergence de formulation à examiner

    Le témoin grec présente la tournure « εἰ δυνατὸν » (« si c'est possible ») au sujet de la restauration de l'apparence d'un prépuce après la circoncision. Le témoin latin de consultation conclut « quod certe fieri id omni genere impossibile est » (« ce qui, assurément, serait impossible de toute manière »). L'écart est réel dans ces deux textes, mais son origine (Rufin, recension, transmission, contexte) ne peut être attribuée sans collation critique. Il ne faut pas modifier silencieusement la traduction du latin : on doit distinguer les témoins.
  10. Provenance

    Deux textes témoins, deux états de transmission

    Le grec est extrait de la Philocalie, chapitre 1, §§ 1–27, édition James Armitage Robinson (1893), encodage TEI First1KGreek / OpenGreekAndLatin, URN tlg2042.tlg019.1st1K-grc1. Le latin du livre IV est transmis par Rufin d'Aquilée, dans une transcription de PG 11, complétée selon Koetschau. Les identifications de sections sont macroscopiques ; aucune collation exhaustive mot à mot ni comparaison des manuscrits n'est prétendue.

Texte source, témoins et méthode

Auteur ancien : Origène d’Alexandrie. Tradition grecque : Philocalie, chapitre I, §§ 1–27, compilation patristique transmise sous les noms de Basile de Césarée et de Grégoire de Nazianze. Édition grecque : James Armitage Robinson, The Philocalia of Origen, Cambridge, 1893 ; transcription TEI OpenGreekAndLatin, texte grec original dans First1KGreek ↗.

Témoin latin : Rufin d’Aquilée, De principiis, livre IV, transcription de consultation d’après PG 11 et Koetschau. Édition française : Pierre-Alain Savoy pour le Corpus Savoy. Les extraits de la Philocalie ont été sélectionnés par des compilateurs anciens : leur ordre et leurs coupes ne prouvent pas à eux seuls qu’un passage absent du latin aurait été supprimé par Rufin. Une coupe explicite du grec se rencontre entre Philocalie I, §§ 25 et 26.

Identifiant du témoin grec : urn:cts:greekLit:tlg2042.tlg019.1st1K-grc1 · Empreinte SHA-256 du fichier TEI original : 449753df2a7363a4b63cd08e9dab0a06efecfc6e5abc800e9dfb4ee6d8773348.

Revenir au Traité des principes

Consultez les quatre livres traduits sur le latin et la préface ; cette page apporte le grec préservé et ses huit compléments français.

Lire le libre arbitre traduit du grec (Philocalie XXI) ↗ · Lire le livre IV (latin et français) ↗ · Lire la préface ↗ · Toutes les œuvres d’Origène ↗